<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="215">Κύπρις δʼ ἄτιμος τῷδʼ ἀπέρριπται λόγῳ,</l><l n="216">ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.</l><l n="217">εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος</l><l n="218">ὅρκου ʼστὶ μείζων τῇ δίκῃ φρουρουμένη.</l><l n="219">εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς</l><l n="220">τὸ μὴ τίνεσθαι μηδʼ ἐποπτεύειν κότῳ,</l><l n="221">οὔ φημʼ Ὀρέστην σʼ ἐνδίκως ἀνδρηλατεῖν.</l><l n="222">τὰ μὲν γὰρ οἶδα κάρτα σʼ ἐνθυμουμένην,</l><l n="223">τὰ δʼ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.</l><l n="224">δίκας δὲ Παλλὰς τῶνδʼ ἐποπτεύσει θεά.</l></sp><sp><speaker>Χορός</speaker><l n="225">τὸν ἄνδρʼ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.</l></sp><sp><speaker>Ἀπόλλων</speaker><l n="226">σὺ δʼ οὖν δίωκε καὶ πόνον πλείω τίθου.</l></sp><sp><speaker>Χορός</speaker><l n="227">τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ.</l></sp><sp><speaker>Ἀπόλλων</speaker><l n="228">οὐδʼ ἂν δεχοίμην ὥστʼ ἔχειν τιμὰς σέθεν.</l></sp><sp><speaker>Χορός</speaker><l n="229">μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ.</l><l n="230">ἐγὼ δʼ, ἄγει γὰρ αἷμα μητρῷον, δίκας</l><l n="231">μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.</l></sp><sp><speaker>Ἀπόλλων</speaker><l n="232">ἐγὼ δʼ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι·</l><l n="233">δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει</l><l n="234">τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφʼ ἑκών.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="235">ἄνασσʼ Ἀθάνα, Λοξίου κελεύμασιν</l><l n="236">ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,</l><l n="237">οὐ προστρόπαιον οὐδʼ ἀφοίβαντον χέρα,</l><l n="238">ἀλλʼ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς</l><l n="239">ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.</l><l n="240">ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,</l><l n="241">σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,</l><l n="242">πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.</l><l n="243">αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.</l></sp><sp><speaker>Χορός</speaker><l n="244">εἶεν· τόδʼ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.</l></sp></div></div></body></text></TEI>