Κύπρις δʼ ἄτιμος τῷδʼ ἀπέρριπται λόγῳ, ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα. εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος ὅρκου ʼστὶ μείζων τῇ δίκῃ φρουρουμένη. εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς τὸ μὴ τίνεσθαι μηδʼ ἐποπτεύειν κότῳ, οὔ φημʼ Ὀρέστην σʼ ἐνδίκως ἀνδρηλατεῖν. τὰ μὲν γὰρ οἶδα κάρτα σʼ ἐνθυμουμένην, τὰ δʼ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν. δίκας δὲ Παλλὰς τῶνδʼ ἐποπτεύσει θεά. Χορός τὸν ἄνδρʼ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ. Ἀπόλλων σὺ δʼ οὖν δίωκε καὶ πόνον πλείω τίθου. Χορός τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ. Ἀπόλλων οὐδʼ ἂν δεχοίμην ὥστʼ ἔχειν τιμὰς σέθεν. Χορός μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ. ἐγὼ δʼ, ἄγει γὰρ αἷμα μητρῷον, δίκας μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ. Ἀπόλλων ἐγὼ δʼ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι· δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφʼ ἑκών. Ὀρέστης ἄνασσʼ Ἀθάνα, Λοξίου κελεύμασιν ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα, οὐ προστρόπαιον οὐδʼ ἀφοίβαντον χέρα, ἀλλʼ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν. ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν, σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους, πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά. αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης. Χορός εἶεν· τόδʼ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.