οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει· ἀλλʼ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι δίκαι σφαγαί τε σπέρματός τʼ ἀποφθορᾷ παίδων κακοῦται χλοῦνις, ἠδʼ ἀκρωνία, λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν ὑπὸ ῥάχιν παγέντες. ἆρʼ ἀκούετε οἵας ἑορτῆς ἔστʼ ἀπόπτυστοι θεοῖς στέργηθρʼ ἔχουσαι; πᾶς δʼ ὑφηγεῖται τρόπος μορφῆς. λέοντος ἄντρον αἱματορρόφου οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος. χωρεῖτʼ ἄνευ βοτῆρος αἰπολούμεναι. ποίμνης τοιαύτης δʼ οὔτις εὐφιλὴς θεῶν. Χορός ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει. αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ, ἀλλʼ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος. Ἀπόλλων πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου. Χορός ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν. Ἀπόλλων ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν ; Χορός κἄπειθʼ ὑπέστης αἵματος δέκτωρ νέου. Ἀπόλλων καὶ προστραπέσθαι τούσδʼ ἐπέστελλον δόμους. Χορός καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς; Ἀπόλλων οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν. Χορός ἀλλʼ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον. Ἀπόλλων τίς ἥδε τιμή; κόμπασον γέρας καλόν. Χορός τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν. Ἀπόλλων τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ; Χορός οὐκ ἂν γένοιθʼ ὅμαιμος αὐθέντης φόνος. Ἀπόλλων ἦ κάρτʼ ἄτιμα καὶ παρʼ οὐδὲν εἰργάσω Ἥρας τελείας καὶ Διὸς πιστώματα.