<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="1">πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν</l><l n="2">τὴν πρωτόμαντιν Γαῖαν· ἐκ δὲ τῆς Θέμιν,</l><l n="3">ἣ δὴ τὸ μητρὸς δευτέρα τόδʼ ἕζετο</l><l n="4">μαντεῖον, ὡς λόγος τις· ἐν δὲ τῷ τρίτῳ</l><l n="5">λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός,</l><l n="6">Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο,</l><l n="7">Φοίβη· δίδωσι δʼ ἣ γενέθλιον δόσιν</l><l n="8">Φοίβῳ· τὸ Φοίβης δʼ ὄνομʼ ἔχει παρώνυμον.</l><l n="9">λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα,</l><l n="10">κέλσας ἐπʼ ἀκτὰς ναυπόρους τὰς Παλλάδος,</l><l n="11">ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θʼ ἕδρας.</l><l n="12">πέμπουσι δʼ αὐτὸν καὶ σεβίζουσιν μέγα</l><l n="13">κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα</l><l n="14">ἀνήμερον τιθέντες ἡμερωμένην.</l><l n="15">μολόντα δʼ αὐτὸν κάρτα τιμαλφεῖ λεώς,</l><l n="16">Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ.</l><l n="17">τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα</l><l n="18">ἵζει τέταρτον τοῖσδε μάντιν ἐν θρόνοις·</l><l n="19">Διὸς προφήτης δʼ ἐστὶ Λοξίας πατρός.</l><l n="20"><milestone ed="P" unit="para"/>τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς.</l><l n="21">Παλλὰς προναία δʼ ἐν λόγοις πρεσβεύεται·</l><l n="22">σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα</l><l n="23">κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή·</l><l n="24">Βρόμιος ἔχει τὸν χῶρον, οὐδʼ ἀμνημονῶ,</l><l n="25">ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός,</l><l n="26">λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον·</l><l n="27">Πλειστοῦ τε πηγὰς καὶ Ποσειδῶνος κράτος</l><l n="28">καλοῦσα καὶ τέλειον ὕψιστον Δία,</l><l n="29">ἔπειτα μάντις ἐς θρόνους καθιζάνω.</l><l n="30">καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ</l></sp></div></div></body></text></TEI>