πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν ἱκέτην. σέβει τοι Ζεὺς τόδ᾽ ἐκνόμων σέβας, ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ. Κλυταιμηστρας Ειδωλον εὕδοιτ᾽ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ; ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη ἄλλοισιν ἐν νεκροῖσιν, ὧν ὧν ex schol. Tyrwhitt: ὡς codd. μὲν ἔκτανον ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται, αἰσχρῶς δ᾽ ἀλῶμαι: προυννέπω δ᾽ ὑμῖν ὅτι ἔχω μεγίστην αἰτίαν κείνων ὕπο: παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων, οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται, κατασφαγείσης πρὸς χερῶν μητροκτόνων. ὁρᾶτε ὁρᾶτε Hermann: ὅρα δὲ codd. καρδίας ὅθεν Hermann: καρδία (mutatum in καρδίαι ) σέθεν M πληγὰς τάσδε καρδίας ὅθεν. εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται, ἐν ἡμέρᾳ δὲ μοῖρ᾽ ἀπρόσκοπος μοῖρ᾽ ἀπρόσκοπος ex schol. Turnebus: μοῖρα πρόσκοπος codd. βροτῶν. ἦ πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε, χοάς τ᾽ ἀοίνους, νηφάλια νηφάλια Robortello: νιφάλια codd. μειλίγματα, καὶ νυκτίσεμνα νυκτίσεμνα Turnebus: νυκτὸσεμνὰ (ut videtur) mutatum in νυκτὶ σεμνὰ M δεῖπν᾽ ἐπ᾽ ἐσχάρᾳ πυρὸς ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν. καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα. ὁ δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην, καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων ἀρκυστάτων Turnebus: ἀρκυσμάτων codd. ὤρουσεν ὑμῖν ἐγκατιλλώψας ἐγκατιλλώψας Turnebus: ἐκκατιλλώψας M μέγα. ἀκούσαθ᾽ ὡς ἔλεξα τῆς ἐμῆς περὶ ψυχῆς, φρονήσατ᾽, ὦ κατὰ χθονὸς θεαί. ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα κλυταιμνήστρα M καλῶ. Χορος ʽμ̔υγμός.ʼ Κλυταιμήστρας Εἴδωλον μύζοιτ᾽ ἄν, ἁνὴρ δ᾽ οἴχεται φεύγων πρόσω: φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες. φίλοι ... προσεικότες Weil: φίλοις ... προσίκτορες codd. Χορός ʽμ̔υγμός.ʼ