αὐτῷ μελέσθω Λοξίᾳ μεγασθενεῖ. ἰατρόμαντις δ᾽ ἐστὶ καὶ τερασκόπος καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος. Ἀπολλων οὔτοι προδώσω: διὰ τέλους δέ σοι φύλαξ ἐγγὺς παρεστὼς καὶ πρόσω δ᾽ ἀποστατῶν ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων. καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς: ὕπνῳ πεσοῦσαι πεσοῦσαι ] fortasse παρεῖνται Wecklein δ᾽ αἱ κατάπτυστοι κόραι, γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μίγνυται θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε: κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακὸν σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός, μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων. ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ. ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου μακρᾶς †βιβῶντ᾽ ἀν᾽ βιβῶντ᾽ ἀν᾽ Stephanus: βεβῶντ᾽ ἂν M totum versum secludit Bothe, fortasse recte ἀεὶ† τὴν πλανοστιβῆ χθόνα ὑπέρ τε πόντον πόντον Turnebus: πόντου codd. καὶ περιρρύτας πόλεις. καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος πόνον: μολὼν δὲ Παλλάδος παλλάδος ad finem v. traiectum M, restituendum indicat (A et B suprascr.) m ποτὶ πτόλιν ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας. κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους μύθους ἔχοντες μηχανὰς εὑρήσομεν, ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων. καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῷον δέμας. Ὀρεστης ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ ᾽δικεῖν: ἐπεὶ δ᾽ ἐπίστᾳ, καὶ τὸ μὴ ᾽μελεῖν μάθε. σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν. Ἀπόλλων μέμνησο, μὴ φόβος σὲ νικάτω φρένας. σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός, πατρός ] πρς cum signo contract. M Ἑρμῆ, φύλασσε: κάρτα δ᾽ ὢν ἐπώνυμος