πῶς γάρ σ᾽ ἔθρεψεν ἐντός, ὦ μιαιφόνε, ζώνης; ἀπεύχι μητρὸς αἷμα φίλτατον; Ὀρέστης ἤδη σὺ μαρτύρησον. ἐξηγοῦ δέ μοι, Ἄπολλον, εἴ σφε σὺν δίκῃ κατέκτανον. δρᾶσαι γὰρ ὥσπερ ἐστὶν οὐκ ἀρνούμεθα: ἀλλ᾽ εἰ δικαίως εἴτε μὴ τῇ σῇ φρενὶ δοκεῖ τόδ᾽ αἷμα, κρῖνον, ὡς τούτοις φράσω. Ἀπόλλων λέξω πρὸς ὑμᾶς τόνδ᾽ Ἀθηναίας μέγαν θεσμὸν δικαίως, μάντις ὢν δ᾽ ὢν δ᾽ Canter: δ᾽ ὢν M οὐ ψεύσομαι. οὐπώποτ᾽ εἶπον μαντικοῖσιν ἐν θρόνοις, οὐκ ἀνδρός, οὐ γυναικός, οὐ πόλεως πέρι, ὃ μὴ κελεύσαι κελεύσαι Hermann: κελεύσει M Ζεὺς Ὀλυμπίων πατήρ. τὸ μὲν δίκαιον τοῦθ᾽ ὅσον σθένει μαθεῖν, βουλῇ βουλῇ Turnebus: βουλὴι (ut videtur) M πιφαύσκω δ᾽ ὔμμ᾽ ὕμμ᾽ M ἐπισπέσθαι πατρός. ὅρκος γὰρ οὔτι Ζηνὸς ἰσχύει πλέον. Χορός Ζεύς, ὡς λέγεις σύ, τόνδε χρησμὸν ὤπασε, φράζειν Ὀρέστῃ τῷδε, τὸν τῷδε τὸν in rasura m πατρὸς φόνον πράξαντα μητρὸς μηδαμοῦ τιμὰς νέμειν; Ἀπόλλων οὐ γάρ τι ταὐτὸν ἄνδρα γενναῖον θανεῖν διοσδότοις σκήπτροισι τιμαλφούμενον, καὶ ταῦτα πρὸς γυναικός, οὔ τι θουρίοις τόξοις ἑκηβόλοισιν, ὥστ᾽ Ἀμαζόνος, ἀλλ᾽ ὡς ἀκούσει, Παλλὰς οἵ τ᾽ ἐφήμενοι ψήφῳ διαιρεῖν τοῦδε πράγματος πέρι. ἀπὸ στρατείας ἀποστρατείᾶς ( ι supra scr.) M γάρ νιν νιν Porson: μιν M ἠμποληκότα †τὰ πλεῖστ᾽ ἄμεινον ἄμείνον᾽ M (i. e. ἄμεινον mutatum in ἀμείνον᾽ ) εὔφροσιν δεδεγμένη, δροίτῃ δροίτῃ A P: δροίτη M G περῶντι λουτρὰ κἀπὶ τέρματι φᾶρος παρεσκήνωσεν†, corrupta coniecturis frustra tentata Post 632 excidisse aliquid existimat Schütz παρεσκήνωσεν A: περἐσκήνωσεν M G schol. ἐν δ᾽ ἀτέρμονι κόπτει πεδήσασ᾽ ἄνδρα δαιδάλῳ πέπλῳ. ἀνδρὸς μὲν ὑμῖν οὗτος εἴρηται μόρος