ἱκέτης ὅδ᾽ ἁνὴρ ἁνὴρ Porson: ἀνὴρ codd. καὶ δόμων ἐφέστιος ἐφέστιως ( ο suprascr.) M ἐμῶν, φόνου δὲ τοῦδ᾽ ἐγὼ καθάρσιοσ— καὶ ξυνδικήσων αὐτός: αἰτίαν δ᾽ ἔχω τῆς τοῦδε μητρὸς τοῦ τοῦ Turnebus: τοῦδε codd. φόνου. σὺ δ᾽ εἴσαγε ὅπως <τ᾽ τ᾽ add. Hermann > ἐπίστᾳ τήνδε κύρωσον δίκην. Ἀθηνᾶ ὑμῶν ὁ μῦθος, εἰσάγω δὲ τὴν δίκην. 582-desunt in Fl Fa V ὁ γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων γένοιτ᾽ ἂν ὀρθῶς πράγματος διδάσκαλος. Χορος πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως. ἔπος δ᾽ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς. τὴν μητέρ᾽ εἰπὲ πρῶτον εἰ κατέκτονας. Ὀρέστης ἔκτεινα: τούτου δ᾽ οὔτις ἄρνησις πέλει. Χορός ἓν μὲν τόδ᾽ ἤδη τῶν τριῶν παλαισμάτων. Ὀρέστης οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον. Χορός εἰπεῖν γε μέντοι δεῖ σ᾽ ὅπως κατέκτανες. Ὀρέστης λέγω: ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών. Χορός πρὸς τοῦ δ᾽ ἐπείσθης καὶ τίνος βουλεύμασι; Ὀρέστης τοῖς τοῦδε θεσφάτοισι: μαρτυρεῖ δέ μοι. Χορός ὁ μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν; Ὀρέστης καὶ δεῦρό γ᾽ ἀεὶ τὴν τύχην οὐ μέμφομαι. Χορός ἀλλ᾽ εἴ σε μάρψει ψῆφος, ἄλλ᾽ ἐρεῖς τάχα. Ὀρέστης πέποιθ᾽, ἀρωγὰς δ᾽ ἐκ τάφου πέμψει πέμψει ex schol. Scaliger: πέμπει M πατήρ. Χορός νεκροῖσί νυν πέπισθι πέπισθι Veitch: πέπεισθι M μητέρα κτανών. Ὀρέστης δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν. μιασμάτοιν Elmsley: μιασμάτων M Χορός πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε. Ὀρέστης ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανε. Χορός τοιγὰρ τοὶ γὰρ M σὺ μὲν ζῇς, ἡ δ᾽ ἐλευθέρα φόνῳ. φόνῳ Schütz: φόνου M Ὀρέστης τί δ᾽ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ; Χορός οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν. Ὀρέστης ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;