ξὺν ᾧ σὺ Τροίαν ἄπολιν Ἰλίου πόλιν ἔθηκας. ἔφθιθ᾽ οὗτος οὗτος recc.: οὕτως M οὐ καλῶς, μολὼν εἰς οἶκον: ἀλλά νιν κελαινόφρων ἐμὴ μήτηρ κατέκτα, ποικίλοις ἀγρεύμασιν κρύψασ᾽, ἃ κρύψασ᾽, ἃ Musgrave: κρύψασα codd. λουτρῶν ἐξεμαρτύρει φόνον. κἀγὼ κατελθών, τὸν πρὸ τοῦ φεύγων χρόνον, ἔκτεινα τὴν τεκοῦσαν, οὐκ ἀρνήσομαι, ἀντικτόνοις ποιναῖσι φιλτάτου πατρός. καὶ τῶνδε κοινῇ Λοξίας ἐπαίτιος, ἄλγη προφωνῶν ἀντίκεντρα καρδίᾳ, εἰ μή τι τῶνδ᾽ ἔρξαιμι τοὺς ἐπαιτίους. σὺ δ᾽ δ᾽ Pearson: τ᾽ codd. εἰ δικαίως εἴτε μὴ κρῖνον δίκην: πράξας γὰρ ἐν σοὶ πανταχῇ τάδ᾽ αἰνέσω. Ἀθηνᾶ τὸ πρᾶγμα μεῖζον, εἴ τις οἴεται τόδε βροτὸς δικάζειν: οὐδὲ μὴν ἐμοὶ θέμις φόνου φόνου Robortello: φόνους codd. διαιρεῖν ὀξυμηνίτους ὀξυμηνίτους Pearson: ὀξυμηνίτου codd. δίκας: ἄλλως τε καὶ σὺ μὲν κατηρτυκὼς ἐμοῖς ἐμοῖς Pauw: ὅμως codd. ἱκέτης προσῆλθες καθαρὸς ἀβλαβὴς δόμοις: ἐγὼ ἐγὼ Hartung: ὅμως codd. δ᾽ ἄμομφον ὄντα σ᾽ αἱροῦμαι αἰδοῦμαι Hermann πόλει. αὗται δ᾽ ἔχουσι μοῖραν οὐκ εὐπέμπελον, καὶ μὴ τυχοῦσαι πράγματος νικηφόρου, χώρᾳ μεταῦθις χώρᾳ μεταῦθις Wellauer: χῶραι μετ᾽ αὖθις codd. ἰὸς ἐκ φρονημάτων πέδοι πέδοι Dindorf: πέδω codd. πεσὼν ἄφερτος αἰανὴς νόσος. τοιαῦτα μὲν τάδ᾽ ἐστίν: ἀμφότερα, μένειν πέμπειν τε τε Abresch: δὲ codd. δυσπήμαντ᾽ δυσπήμαντ᾽ Scaliger: δυσπήματ᾽ codd. ἀμηχάνως ἐμοί. ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψεν τόδε, †φόνων δικαστὰς ὁρκίους αἱρουμένη ὁρκίους αἱρουμένη Casaubon: ὁρκίων αἱρουμένους codd.; ingeniose φανῶ δικαστὰς ὁρκίων αἰδουμένους θεσμόν, τὸν Wecklein, ubi αἰδουμένους coni. Prien θεσμὸν τὸν εἰς ἅπαντ᾽ ἐγὼ θήσω χρόνον†. incerta necdum satis sanata ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια καλεῖσθ᾽, ἀρωγὰ τῆς δίκης ὁρκώματα.