ποῦ γὰρ τοσοῦτο κέντρον ὡς μητροκτονεῖν; Ἀθηνᾶ δυοῖν παρόντοιν ἥμισυς λόγος λόγος Fl V: λόγου M πάρα. Χορός ἀλλ᾽ ὅρκον οὐ δέξαιτ᾽ ἄν, οὐ δοῦναι θέλοι. θέλοι Schütz: θέλει codd. Ἀθηνᾶ κλύειν δίκαιος δίκαιος Dindorf: δικαίους ( υ in rasura) M, ω supra scr. m μᾶλλον ἢ πρᾶξαι θέλεις. Χορός πῶς δή; δίδαξον: τῶν σοφῶν γὰρ οὐ πένει. Ἀθηνᾶ ὅρκοις τὰ μὴ δίκαια μὴ νικᾶν λέγω. Χορός ἀλλ᾽ ἐξέλεγχε, κρῖνε δ᾽ εὐθεῖαν δίκην. Ἀθηνᾶ ἦ κἀπ᾽ ἐμοὶ τρέποιτ᾽ ἂν αἰτίας τέλος; Χορός πῶς δ᾽ οὔ; σέβουσαί γ᾽ ἀξίαν κἀπ᾽ ἀξίων. κἀπ᾽ ἀξίων Arnald: τ᾽ ἐπαξίων M Ἀθηνᾶ τί πρὸς τάδ᾽ εἰπεῖν, ὦ ξέν᾽, ἐν μέρει θέλεις; λέξας δὲ χώραν καὶ γένος καὶ ξυμφορὰς τὰς σάς, ἔπειτα τόνδ᾽ ἀμυναθοῦ ἀμυναθοῦ Dindorf: ἀμυνάθου codd. ψόγον: εἴπερ πεποιθὼς τῇ δίκῃ βρέτας τόδε ἧσαι φυλάσσων ἑστίας ἁμῆς πέλας σεμνὸς προσίκτωρ ἐν ἐν in ampliore spatio m τρόποις Ἰξίονος: τούτοις ἀμείβου πᾶσιν εὐμαθές τί μοι. Ὀρέστης ἄνασσ᾽ Ἀθάνα, πρῶτον ἐκ τῶν ὑστάτων τῶν σῶν ἐπῶν μέλημ᾽ ἀφαιρήσω μέγα. οὐκ εἰμὶ προστρόπαιος, οὐδ᾽ ἔχων ἔχων Wieseler: ἔχει codd. μύσος πρὸς χειρὶ τἠμῇ τὸ σὸν ἐφεζόμην ἐφεζόμην Wieseler: ἐφεζομένη codd. βρέτας. τεκμήριον δὲ τῶνδέ σοι λέξω μέγα: ἄφθογγον εἶναι τὸν παλαμναῖον νόμος, ἔς τ᾽ ἂν πρὸς ἀνδρὸς αἵματος καθαρσίου σφαγαὶ καθαιμάξωσι νεοθήλου καθαιμάξωσι Fa, νεοθήλου Turnebus: καθαιμάξουσινοθήλου M βοτοῦ. πάλαι πρὸς ἄλλοις ταῦτ᾽ ἀφιερώμεθα οἴκοισι, καὶ βοτοῖσι καὶ ῥυτοῖς πόροις. ταύτην μὲν οὕτω φροντίδ᾽ ἐκποδὼν λέγω. γένος δὲ τοὐμὸν ὡς ἔχει πεύσει τάχα. Ἀργεῖός εἰμι, πατέρα δ᾽ ἱστορεῖς καλῶς, Ἀγαμέμνον᾽, ἀνδρῶν ναυβατῶν ἁρμόστορα: