πρόσωθεν ἐξήκουσα κληδόνος βοὴν ἀπὸ Σκαμάνδρου γῆν καταφθατουμένη, γῆν καταφθατουμένη Stanley: τὴν καταφθατουμένην codd. ἣν δῆτ᾽ Ἀχαιῶν ἄκτορές τε καὶ πρόμοι, τῶν αἰχμαλώτων χρημάτων λάχος μέγα, ἔνειμαν αὐτόπρεμνον ἐς τὸ πᾶν ἐμοί, ἐξαίρετον δώρημα Θησέως τόκοις: ἔνθεν διώκουσ᾽ ἦλθον ἄτρυτον πόδα, πτερῶν ἄτερ ῥοιβδοῦσα κόλπον αἰγίδος, πώλοις ἀκμαίοις τόνδ᾽ ἐπιζεύξασ᾽ ὄχον. καινὴν καινὴν Canter: καὶ νῦν codd. δ᾽ ὁρῶσα τήνδ᾽ ὁμιλίαν χθονὸς ταρβῶ μὲν οὐδέν, θαῦμα δ᾽ ὄμμασιν πάρα. τίνες ποτ᾽ ἐστέ; πᾶσι δ᾽ ἐς κοινὸν λέγω: βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ, ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει, οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας ὁρωμένας Stanley: ὁρωμέναις codd. οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασι. λέγειν δ᾽ ἄμομφον ἄμομφον Robortello: ἄμορφον codd. ὄντα τοὺς πέλας κακῶς πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις. Χορός πεύσει τὰ πάντα συντόμως, Διὸς κόρη. ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆς αἰανῆς recc.: αἰανῆ M τέκνα. Ἀραὶ ἀραὶ Fl V: ἀρὰ M δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα. Ἀθηνᾶ γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους. Χορός τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσει τάχα. Ἀθηνᾶ μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον. Χορός βροτοκτονοῦντας βροτοκτονοῦντας ] αὐτοκτονοῦντας Davies ἐκ δόμων ἐλαύνομεν. Ἀθηνᾶ καὶ τῷ κτανόντι ποῦ τὸ ποῦ τὸ Arnald: τοῦτο codd. τέρμα τῆς φυγῆς; φυγῆς Scaliger: σφαγῆς codd. Χορός ὅπου τὸ χαίρειν μηδαμοῦ νομίζεται. Ἀθηνᾶ ἦ καὶ τοιαύτας τῷδ᾽ ἐπιρροιζεῖς ἐπιρροιζεῖς Scaliger: ἐπιρροιζεῖ factum ex ἐπιρροιζεῖν M φυγάς; Χορός φονεὺς γὰρ εἶναι μητρὸς ἠξιώσατο. Ἀθηνᾶ ἄλλαις ἀνάγκαις, ἄλλαις ἀνάγκαις Bothe: ἄλλης ἀνάκης codd. ἤ τινος ἤ τινος Fl V: οὔτινος M τρέων κότον;