ἄριστα δοῖεν: κεἰ παρ᾽ πάρ᾽ Abresch Ἑλλήνων τινές, ἴτων πάλῳ λαχόντες, ὡς νομίζεται. μαντεύομαι γὰρ ὡς ἂν ἡγῆται θεός. ἦ δεινὰ λέξαι, δεινὰ δ᾽ ὀφθαλμοῖς δρακεῖν, πάλιν μ᾽ ἔπεμψεν ἐκ δόμων τῶν Λοξίου, ὡς μήτε σωκεῖν μήτε μ᾽ ἀκταίνειν βάσιν: στάσιν M, γρ. βάσιν m τρέχω δὲ χερσίν, οὐ ποδωκείᾳ οὐ ποδωκείᾳ Fl: οὔπω δοκίαι mutatum in οὐ ποδωκίαι M σκελῶν. δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν. ἐγὼ μὲν ἕρπω πρὸς πολυστεφῆ μυχόν: ὁρῶ δ᾽ ἐπ᾽ ὀμφαλῷ μὲν ἄνδρα θεομυσῆ θεομυσῆι M ἕδραν ἔχοντα ἔχοντα Fl Fa V: ἔχοντι M προστρόπαιον, αἵματι στάζοντα χεῖρας καὶ νεοσπαδὲς ξίφος ἔχοντ᾽ ἐλαίας θ᾽ ὑψιγέννητον κλάδον, λήνει μεγίστῳ σωφρόνως ἐστεμμένον, ἀργῆτι μαλλῷ: τῇδε γὰρ τρανῶς ἐρῶ. πρόσθεν δὲ τἀνδρὸς δὲ τἀνδρὸς Fl V: δέ τ᾽ ἀνδρὸς M τοῦδε θαυμαστὸς λόχος λόχος Fl V: λέχος M εὕδει γυναικῶν ἐν θρόνοισιν ἥμενος. οὔτοι γυναῖκας, ἀλλὰ Γοργόνας λέγω, οὐδ᾽ αὖτε Γοργείοισιν εἰκάσω τύποις. εἶδόν ποτ᾽ ἤδη Φινέως γεγραμμένας δεῖπνον φερούσας: ἄπτεροί γε μὴν ἰδεῖν αὗται, μέλαιναι δ᾽ ἐς τὸ πᾶν βδελύκτροποι: ῥέγκουσι δ᾽ οὐ πλατοῖσι πλατοῖσι Elmsley: πλαστοῖσι codd. φυσιάμασιν: ἐκ δ᾽ ὀμμάτων λείβουσι δυσφιλῆ λίβα: λίβα Burges: δία M καὶ κόσμος οὔτε πρὸς θεῶν ἀγάλματα φέρειν δίκαιος οὔτ᾽ ἐς ἀνθρώπων στέγας. τὸ φῦλον οὐκ ὄπωπα τῆσδ᾽ ὁμιλίας οὐδ᾽ ἥτις αἶα τοῦτ᾽ ἐπεύχεται γένος τρέφουσ᾽ ἀνατὶ μὴ μεταστένειν πόνον. πόνον ex schol. Arnald: πόνων codd. τἀντεῦθεν ἤδη τῶνδε δεσπότῃ δόμων