καὶ ζῶν με δαίσεις οὐδὲ πρὸς βωμῷ σφαγείς: ὕμνον δ᾽ ἀκούσει τόνδε δέσμιον σέθεν. Χορός ἄγε δὴ καὶ χορὸν ἅψωμεν, ἐπεὶ μοῦσαν στυγερὰν ἀποφαίνεσθαι δεδόκηκεν, λέξαι τε λάχη τὰ κατ᾽ ἀνθρώπους ὡς ἐπινωμᾷ στάσις ἁμά. ἁμά Canter: ἅμα codd. εὐθυδίκαιοι δ᾽ εὐθυδίκαιοι δ᾽ Hermann: εὐθυδίκαι θ᾽ οἱδ᾽ M οἰόμεθ᾽ οἰόμεθ᾽ H. L. Ahrens: οίμεθ᾽ M εἶναι: τὸν μὲν καθαρὰς χεῖρας προνέμοντ᾽ τὸν ... προνέμοντ᾽ Hermann: τοὺς ... προνέμοντας codd. οὔτις ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν, ἐφέρπει μῆνις ἀφ᾽ ἡμῶν Porson: ἀφ᾽ ἡμῶν μῆνις ἐφέρπει codd. ἀσινὴς δ᾽ αἰῶνα διοιχνεῖ: ὅστις δ᾽ ἀλιτὼν ἀλιτὼν Auratus: ἀλιτρῶν codd. ὥσπερ ὅδ᾽ ἁνὴρ ἁνὴρ Porson: ἀνὴρ codd. χεῖρας φονίας ἐπικρύπτει, μάρτυρες ὀρθαὶ τοῖσι θανοῦσιν παραγιγνόμεναι παραγινόμεναι codd. πράκτορες αἵματος αὐτῷ τελέως ἐφάνημεν. Χορός μᾶτερ ἅ μ᾽ ἔτικτες, ὦ μᾶτερ Νύξ, ἀλαοῖσι ἀλαοῖσι Paley: ἀλαοῖσιν M καὶ δεδορκόσιν ποινάν, κλῦθ᾽. ὁ Λατοῦς γὰρ ἶ- νίς μ᾽ ἄτιμον τίθησιν τόνδ᾽ ἀφαιρούμενος πτῶκα, πτῶκα Sophianus: πτάκα mutatum in πτᾶκα M ματρῷον ἅγ- νισμα κύριον φόνου. Χορός ἐπὶ δὲ τῷ τεθυμένῳ τόδε μέλος, παρακοπά, παραφορὰ παραφ.ορὰ M φρενοδαλής, ὕμνος ἐξ Ἐρινύων, δέσμιος φρενῶν, ἀφόρ- μικτος, αὐονὰ βροτοῖς. Χορός τοῦτο γὰρ λάχος διανταία