δελτογράφῳ δὲ πάντ᾽ ἐπωπᾷ φρενί. Carmen inter choreutas distribuendum Ὀρέστης ἐγὼ διδαχθεὶς ἐν κακοῖς ἐπίσταμαι πολλοὺς καθαρμούς, καὶ λέγειν ὅπου δίκη σιγᾶν θ᾽ ὁμοίως: ἐν δὲ τῷδε πράγματι φωνεῖν ἐτάχθην πρὸς σοφοῦ διδασκάλου: βρίζει γὰρ αἷμα καὶ μαραίνεται χερός, μητροκτόνον μίασμα δ᾽ ἔκπλυτον πέλει. ποταίνιον γὰρ ὂν πρὸς ἑστίᾳ θεοῦ Φοίβου καθαρμοῖς ἠλάθη χοιροκτόνοις. πολὺς δέ μοι γένοιτ᾽ ἂν ἐξ ἀρχῆς λόγος, ὅσοις προσῆλθον ἀβλαβεῖ ξυνουσίᾳ. [χρόνος καθαιρεῖ πάντα γηράσκων ὁμοῦ.] seclusit Musgrave καὶ νῦν ἀφ᾽ ἁγνοῦ στόματος εὐφήμως καλῶ χώρας ἄνασσαν τῆσδ᾽ Ἀθηναίαν ἐμοὶ μολεῖν ἀρωγόν: κτήσεται δ᾽ ἄνευ δορὸς αὐτόν τε καὶ γῆν καὶ τὸν Ἀργεῖον λεὼν πιστὸν δικαίως ἐς τὸ πᾶν τε σύμμαχον. ἀλλ᾽ εἴτε χώρας ἐν τόποις Λιβυστικοῖς, Τρίτωνος ἀμφὶ χεῦμα γενεθλίου πόρου, τίθησιν ὀρθὸν ἢ κατηρεφῆ πόδα, φίλοις ἀρήγουσ᾽, εἴτε Φλεγραίαν πλάκα θρασὺς ταγοῦχος ὡς ἀνὴρ ἐπισκοπεῖ, ἔλθοι,—κλύει δὲ καὶ πρόσωθεν ὢν θεός,— ὅπως γένοιτο τῶνδ᾽ ἐμοὶ λυτήριος. Χορός οὔτοι σ᾽ Ἀπόλλων οὐδ᾽ Ἀθηναίας σθένος ῥύσαιτ᾽ ἂν ὥστε μὴ οὐ παρημελημένον ἔρρειν, τὸ χαίρειν μὴ μαθόνθ᾽ ὅπου φρενῶν, ἀναίματον βόσκημα δαιμόνων, σκιάν. σκιάν Heath: σκιά codd. incerta emendatio οὐδ᾽ ἀντιφωνεῖς, ἀλλ᾽ ἀποπτύεις λόγους, ἐμοὶ τραφείς τε καὶ καθιερωμένος; ; add. Hermann