Κύπρις δ᾽ ἄτιμος τῷδ᾽ ἀπέρριπται λόγῳ, ὅθεν βροτοῖσι γίγνεται γίνεται codd. τὰ φίλτατα. εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος μόρσιμος Fa: μόρσιμοι M ὅρκου ᾽στὶ μείζων τῇ δίκῃ φρουρουμένη. εἰ εἰ Canter: ἦ M τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς τὸ μὴ τίνεσθαι τίνεσθαι Meineke: γενέσθαι codd. μηδ᾽ ἐποπτεύειν κότῳ, οὔ φημ᾽ Ὀρέστην σ᾽ σ᾽ Robortello: γ᾽ M ἐνδίκως ἀνδρηλατεῖν. τὰ μὲν γὰρ οἶδα κάρτα σ᾽ ἐνθυμουμένην, τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν. δίκας δὲ Παλλὰς δὲ Παλλὰς Sophianus: δ᾽ ἐπάλλας M τῶνδ᾽ ἐποπτεύσει θεά. Χορός τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω λίπω Porson: λείπω codd. ποτέ. Ἀπόλλων σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλέω πλέω Auratus: πλέον codd. τίθου. Χορός τιμὰς σὺ μὴ ξύντεμνε τὰς ἐμὰς λόγῳ. Ἀπόλλων οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν. Χορός μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγει: ἐγὼ δ᾽, ἄγει ἄγει Fl V: ἄγειν M γὰρ αἷμα μητρῷον, μητρῷον Fl V: μητρώων M δίκας μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ. κἀκκυνηγετῶ Erfurdt: κἀκκυνηγέτης M Ἀπόλλων ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι: δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφ᾽ ἑκών. Ὀρέστης ἄνασσ᾽ Ἀθάνα, Λοξίου κελεύσμασιν ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα, οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα, ἀλλ᾽ ἀμβλὺν ἤδη προστετριμμένον fortasse ἀμβλὺς ... προστετριμμένος Prien τε πρὸς ἄλλοισιν οἴκοις καὶ πορεύμασιν πορεύμασιν Porson: πορεύμασι codd. βροτῶν. ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν, σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους, πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά. αὐτοῦ φυλάσσων ἀμμενῶ ἀμμενῶ Dindorf: ἀναμένω codd. τέλος δίκης. Χορός εἶεν: τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.