τὸν ἱκέταν σέβων, ἄθεον ἄνδρα καὶ τοκεῦσιν πικρόν, τὸν μητραλοίαν δ᾽ ἐξέκλεψας ὢν θεός.— τί τῶνδ᾽ ἐρεῖ τις δικαίως ἔχειν; Χορός ἐμοὶ δ᾽ ὄνειδος ἐξ ὀνειράτων μολὸν ἔτυψεν δίκαν διφρηλάτου μεσολαβεῖ κέντρῳ ὑπὸ φρένας, ὑπὸ λοβόν.— πάρεστι μαστίκτορος δαΐου δαμίου βαρὺ τὸ περίβαρυ κρύος ἔχειν. Χορός τοιαῦτα δρῶσιν οἱ νεώτεροι θεοί, κρατοῦντες τὸ πᾶν δίκας πλέον carmen inter choreutas distribuendum φονολιβῆ φονολιβῆ Arnald: φονολειβῆ codd. θρόνον περὶ πόδα, περὶ κάρα.— πάρεστι γᾶς ὀμφαλὸν προσδρακεῖν αἱμάτων βλοσυρὸν ἀρόμενον ἀρόμενον Abresch: αἰρούμενον ( υ ut videtur partim deleto) M ἄγος ἔχειν. Χορός ἐφεστίῳ δὲ μάντις ὢν μάντις ὢν Schütz: μάντι σῷ M μιάσματι μυχὸν μυχὸν Robortello: μυκὸν M ἔχρανας ἔχρανας Turnebus: ἔχρανά τ᾽ M αὐτόσσυτος, αὐτόκλητος, παρὰ νόμον παρὰ νόμον P: παρανόμων mutatum in παρανόμον M θεῶν βρότεα μὲν τίων, παλαιγενεῖς δὲ Μοίρας φθίσας. Χορός κἀμοί γε γε Casaubon: τε codd. λυπρός, καὶ τὸν οὐκ ἐκλύσεται, ὑπό τε γᾶν φυγὼν φυγὼν Porson: φεύγων codd. οὔ ποτ᾽ ἐλευθεροῦται. ποτιτρόπαιος ὢν δ᾽ ὢν δ᾽ Porson: δ᾽ ὢν codd. ἕτερον ἐν κάρᾳ μιάστορ᾽ ἐγγενῆ ἐγγενῆ Hartung: ἐκείνου codd. πάσεται. fortasse ἐκ γένους Weil Ἀπόλλων ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν, μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν, χρυσηλάτου θώμιγγος ἐξορμώμενον, ἀνῇς ὑπ᾽ ἄλγους μέλαν᾽ μέλαν᾽ ] μέλαν M ἀπ᾽ ἀνθρώπων ἀνθρώπων ] ἀνων (signo contractionis supra scr.) M ἀφρόν, ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.