ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος: φονεὺς δ᾽ Ὀρέστης τῆσδε μητρὸς οἴχεται. Χορός ʽὡ̓γμός.ʼ in M omissa supplevit m Κλυταιμήστρας Εἴδωλον ὤζεις, ὑπνώσσεις: οὐκ ἀναστήσει τάχος; τί σοι πέπρωται πέπρωται Bentley: πέπρακται codd. πρᾶγμα πλὴν τεύχειν κακά; Χορός ʽὡ̓γμός.ʼ Κλυταιμήστρας Εἴδωλον ὕπνος πόνος τε κύριοι συνωμόται δεινῆς δρακαίνης ἐξεκήραναν μένος. Χορός ʽμ̔υγμὸς διπλοῦς ὀξύς.ʼ λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου. Κλυταιμήστρας Εἴδωλον ὄναρ διώκεις θῆρα, κλαγγαίνεις δ᾽ ἅπερ κύων μέριμναν οὔποτ᾽ ἐκλείπων ἐκλείπων Blomfield: ἐκλιπὼν codd. πόνου. τί δρᾷς; ἀνίστω, μή σε νικάτω πόνος, μηδ᾽ ἀγνοήσῃς πῆμα μαλθαχθεῖσ᾽ ὕπνῳ. ἄλγησον ἧπαρ ἐνδίκοις ὀνείδεσιν: ὀνείδεσιν recc.: ὀνείδεσσιν M τοῖς σώφροσιν γὰρ ἀντίκεντρα γίγνεται. σὺ δ᾽ σὺ δ᾽ Pearson: οὐδ᾽ codd. αἱματηρὸν πνεῦμ᾽ ἐπουρίσασα τῷ, ἀτμῷ κατισχναίνουσα, κατισχναίνουσα Robortello: κατισχαίνουσα codd. νηδύος πυρί, ἕπου, μάραινε δευτέροις διώγμασιν. Χορός ἔγειρ᾽, ἔγειρε καὶ σὺ τήνδ᾽, ἐγὼ δὲ σέ. εὕδεις; ἀνίστω, κἀπολακτίσασ᾽ ὕπνον, ἰδώμεθ᾽ ἰδώμεθ᾽ Turnebus: εἰδώμεθ᾽ codd. εἴ τι τοῦδε φροιμίου ματᾷ. Χορός ἰοὺ ἰοὺ πόπαξ. ἐπάθομεν, φίλαι,— ἦ πολλὰ δὴ παθοῦσα καὶ μάτην ἐγώ,— ἐπάθομεν πάθος δυσαχές, ὦ πόποι, ἄφερτον κακόν. ἐξ ἀρκύων πέπτωκεν οἴχεταί θ᾽ θ᾽ Abresch: δ᾽ codd. ὁ θήρ— ὕπνῳ κρατηθεῖσ᾽ ἄγραν ὤλεσα. Χορός ἰὼ παῖ Διός, ἐπίκλοπος πέλει,— νέος δὲ γραίας δαίμονας καθιππάσω,—