Πρῶτον μὲν εὐχῇ τῇδε πρεσβεύω θεῶν τὴν πρωτόμαντιν Γαῖαν: ἐκ δὲ τῆς Θέμιν, ἣ δὴ τὸ μητρὸς δευτέρα τόδ᾽ ἕζετο μαντεῖον, ὡς λόγος τις: ἐν δὲ τῷ τρίτῳ λάχει, θελούσης, οὐδὲ πρὸς βίαν τινός, Τιτανὶς ἄλλη παῖς Χθονὸς καθέζετο, Φοίβη: δίδωσι δίδωσιν M δ᾽ ἣ γενέθλιον δόσιν Φοίβῳ: τὸ Φοίβης δ᾽ ὄνομ᾽ ἔχει παρώνυμον. λιπὼν δὲ λίμνην Δηλίαν τε χοιράδα, κέλσας ἐπ᾽ ἀκτὰς ναυπόρους τὰς Παλλάδος, ἐς τήνδε γαῖαν ἦλθε Παρνησοῦ θ᾽ Παρνησοῦ θ᾽ Robortello: παρ νησοῦσθ᾽ M ἕδρας. πέμπουσι δ᾽ αὐτὸν καὶ σεβίζουσιν μέγα κελευθοποιοὶ παῖδες Ἡφαίστου, χθόνα ἀνήμερον τιθέντες ἡμερωμένην. μολόντα δ᾽ αὐτὸν κάρτα τιμαλφεῖ λεώς, Δελφός τε χώρας τῆσδε πρυμνήτης ἄναξ. τέχνης δέ νιν Ζεὺς ἔνθεον κτίσας φρένα ἵζει τέταρτον τοῖσδε τοῖσδε Voss: τόνδε M μάντιν ἐν θρόνοις: θρόνοις Turnebus: χρόνοις codd. Διὸς προφήτης δ᾽ ἐστὶ ἐστὶν M Λοξίας πατρός. τούτους ἐν εὐχαῖς φροιμιάζομαι θεούς. Παλλὰς προναία δ᾽ ἐν λόγοις πρεσβεύεται. σέβω δὲ νύμφας, ἔνθα Κωρυκὶς πέτρα κοίλη, φίλορνις, δαιμόνων ἀναστροφή: ἀναστροφή scholium: ἀναστροφά M: ἀναστροφαί Fl Fa V Βρόμιος ἔχει τὸν χῶρον, οὐδ᾽ ἀμνημονῶ, ἐξ οὗτε Βάκχαις ἐστρατήγησεν θεός, λαγὼ δίκην Πενθεῖ καταρράψας μόρον: Πλειστοῦ Πλειστοῦ Turnebus: πλείστους codd. τε πηγὰς καὶ Ποσειδῶνος κράτος καλοῦσα καὶ τέλειον ὕψιστον Δία, ἔπειτα μάντις ἐς θρόνους καθιζάνω. καὶ νῦν τυχεῖν με τῶν πρὶν εἰσόδων μακρῷ