ἐξ οὗ τέκνων ἤνεγχʼ ὑπὸ ζώνην βάρος, φίλον τέως, νῦν δʼ ἐχθρόν, ὡς φαίνει, κακόν, τί σοι δοκεῖ; μύραινά γʼ εἴτʼ ἔχιδνʼ ἔφυ σήπειν θιγοῦσʼ ἂν ἄλλον οὐ δεδηγμένον τόλμης ἕκατι κἀκδίκου φρονήματος. τί νιν προσείπω, κἂν τύχω μάλʼ εὐστομῶν; ἄγρευμα θηρός, ἢ νεκροῦ ποδένδυτον δροίτης κατασκήνωμα; δίκτυον μὲν οὖν, ἄρκυν τʼ ἂν εἴποις καὶ ποδιστῆρας πέπλους. τοιοῦτον ἂν κτήσαιτο φηλήτης ἀνήρ, ξένων ἀπαιόλημα κἀργυροστερῆ βίον νομίζων, τῷδέ τʼ ἂν δολώματι πολλοὺς ἀναιρῶν πολλὰ θερμαίνοι φρένα. τοιάδʼ ἐμοὶ ξύνοικος ἐν δόμοισι μὴ γένοιτʼ· ὀλοίμην πρόσθεν ἐκ θεῶν ἄπαις. Χορός αἰαῖ αἰαῖ μελέων ἔργων· στυγερῷ θανάτῳ διεπράχθης. ἒ ἔ, μίμνοντι δὲ καὶ πάθος ἀνθεῖ. Ὀρέστης ἔδρασεν ἢ οὐκ ἔδρασε; μαρτυρεῖ δέ μοι φᾶρος τόδʼ, ὡς ἔβαψεν Αἰγίσθου ξίφος. φόνου δὲ κηκὶς ξὺν χρόνῳ ξυμβάλλεται, πολλὰς βαφὰς φθείρουσα τοῦ ποικίλματος. νῦν αὐτὸν αἰνῶ, νῦν ἀποιμώζω παρών, πατροκτόνον θʼ ὕφασμα προσφωνῶν τόδε. ἀλγῶ μὲν ἔργα καὶ πάθος γένος τε πᾶν, ἄζηλα νίκης τῆσδʼ ἔχων μιάσματα. Χορός οὔτις μερόπων ἀσινὴς βίοτον διὰ παντὸς ἀπήμονʼ ἀμείψει. ἒ ἔ,