δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν; τῆσδʼ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι· κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν. μὴ κεύθετʼ ἔνδον καρδίας φόβῳ τινός. τὸ μόρσιμον γὰρ τόν τʼ ἐλεύθερον μένει καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός. λέγοις ἄν, εἴ τι τῶνδʼ ἔχοις ὑπέρτερον. Χορός αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον. Ἠλέκτρα λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός. Χορός φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν. Ἠλέκτρα τίνας δὲ τούτους τῶν φίλων προσεννέπω; Χορός πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ. Ἠλέκτρα ἐμοί τε καὶ σοί τἄρʼ ἐπεύξομαι τάδε; Χορός αὐτὴ σὺ ταῦτα μανθάνουσʼ ἤδη φράσαι. Ἠλέκτρα τίνʼ οὖν ἔτʼ ἄλλον τῇδε προστιθῶ στάσει; Χορός μέμνησʼ Ὀρέστου, κεἰ θυραῖός ἐσθʼ ὅμως. Ἠλέκτρα εὖ τοῦτο, κἀφρένωσας οὐχ ἥκιστά με. Χορός τοῖς αἰτίοις νῦν τοῦ φόνου μεμνημένη— Ἠλέκτρα τί φῶ; δίδασκʼ ἄπειρον ἐξηγουμένη. Χορός ἐλθεῖν τινʼ αὐτοῖς δαίμονʼ ἢ βροτῶν τινα— Ἠλέκτρα πότερα δικαστὴν ἢ δικηφόρον λέγεις; Χορός ἅπλῶς τι φράζουσʼ, ὅστις ἀνταποκτενεῖ. Ἠλέκτρα καὶ ταῦτά μοὐστὶν εὐσεβῆ θεῶν πάρα; Χορός πῶς δʼ οὐ τὸν ἐχθρὸν ἀνταμείβεσθαι κακοῖς; Ἠλέκτρα κῆρυξ μέγιστε τῶν ἄνω τε καὶ κάτω, ἄρηξον, Ἑρμῆ χθόνιε, κηρύξας ἐμοὶ τοὺς γῆς ἔνερθε δαίμονας κλύειν ἐμὰς