δικοῦσα τεῦχος ἀστρόφοισιν ὄμμασιν; τῆσδʼ ἐστὲ βουλῆς, ὦ φίλαι, μεταίτιαι· κοινὸν γὰρ ἔχθος ἐν δόμοις νομίζομεν. μὴ κεύθετʼ ἔνδον καρδίας φόβῳ τινός. τὸ μόρσιμον γὰρ τόν τʼ ἐλεύθερον μένει καὶ τὸν πρὸς ἄλλης δεσποτούμενον χερός. λέγοις ἄν, εἴ τι τῶνδʼ ἔχοις ὑπέρτερον. Χορός αἰδουμένη σοι βωμὸν ὡς τύμβον πατρὸς λέξω, κελεύεις γάρ, τὸν ἐκ φρενὸς λόγον. Ἠλέκτρα λέγοις ἄν, ὥσπερ ᾐδέσω τάφον πατρός. Χορός φθέγγου χέουσα κεδνὰ τοῖσιν εὔφροσιν. Ἠλέκτρα τίνας δὲ τούτους τῶν φίλων προσεννέπω; Χορός πρῶτον μὲν αὑτὴν χὤστις Αἴγισθον στυγεῖ. Ἠλέκτρα ἐμοί τε καὶ σοί τἄρʼ ἐπεύξομαι τάδε;