<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="choral"><div type="textpart" subtype="antistrophe" n="2"><sp><l n="971">μετοίκοις δόμων  πεσοῦνται πάλιν.</l></sp></div><milestone n="972" unit="card"/><div type="textpart" subtype="ephymn" n="2"><sp><speaker>Χορός</speaker><l n="972">πάρα τε φῶς ἰδεῖν</l><l n="962a"><add>μέγα τʼ ἀφῃρέθην ψάλιον οἰκέων.</add></l><l n="963a"><add>ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον</add></l><l n="964a"><add>χαμαιπετεῖς ἔκεισθʼ ἀεί.</add></l></sp></div></div><milestone n="973" unit="card"/><div type="textpart" subtype="episode"><sp><speaker>Ὀρέστης</speaker><l n="973">ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα</l><l n="974">πατροκτόνους τε δωμάτων πορθήτορας.</l><l n="975">σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθʼ ἥμενοι,</l><l n="976">φίλοι δὲ καὶ  νῦν, ὡς ἐπεικάσαι πάθη</l><l n="977">πάρεστιν, ὅρκος τʼ ἐμμένει πιστώμασι.</l><l n="978">ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ  πατρὶ</l><l n="979">καὶ ξυνθανεῖσθαι· καὶ τάδʼ εὐόρκως ἔχει.</l><l n="980"><milestone ed="P" unit="para"/>ἴδεσθε δʼ αὖτε, τῶνδʼ ἐπήκοοι κακῶν,</l><l n="981">τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί,</l><l n="982">πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα.</l><l n="983">ἐκτείνατʼ αὐτὸ  καὶ κύκλῳ παρασταδὸν</l><l n="984">στέγαστρον ἀνδρὸς δείξαθʼ, ὡς ἴδῃ πατήρ,</l><l n="985">οὐχ οὑμός, ἀλλʼ ὁ πάντʼ ἐποπτεύων τάδε</l><l n="986">Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς,</l><l n="987">ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ,</l><l n="988">ὡς τόνδʼ ἐγὼ μετῆλθον ἐνδίκως μόρον</l><l n="989">τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω  μόρον·</l><l n="990">ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην·</l><l n="991"><milestone ed="P" unit="para"/>ἥτις δʼ ἐπʼ ἀνδρὶ τοῦτʼ ἐμήσατο στύγος,</l><l n="992">ἐξ οὗ  τέκνων ἤνεγχʼ ὑπὸ  ζώνην βάρος,</l><l n="993">φίλον τέως, νῦν δʼ ἐχθρόν, ὡς φαίνει, κακόν,</l><l n="994">τί σοι δοκεῖ; μύραινά γʼ εἴτʼ  ἔχιδνʼ ἔφυ</l><l n="995">σήπειν θιγοῦσʼ ἂν  ἄλλον οὐ δεδηγμένον</l></sp></div></div></body></text></TEI>