τάχα δὲ παντελὴς χρόνος ἀμείψεται πρόθυρα δωμάτων, ὅταν ἀφʼ ἑστίας πᾶν ἐλαθῇ μύσος καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις. τύχαι δʼ εὐπροσωποκοῖται τὸ πᾶν ἰδεῖν ἀκοῦσαι πρευμενεῖς μετοίκοις δόμων πεσοῦνται πάλιν. Χορός πάρα τε φῶς ἰδεῖν μέγα τʼ ἀφῃρέθην ψάλιον οἰκέων. ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον χαμαιπετεῖς ἔκεισθʼ ἀεί. Ὀρέστης ἴδεσθε χώρας τὴν διπλῆν τυραννίδα πατροκτόνους τε δωμάτων πορθήτορας. σεμνοὶ μὲν ἦσαν ἐν θρόνοις τόθʼ ἥμενοι, φίλοι δὲ καὶ νῦν, ὡς ἐπεικάσαι πάθη πάρεστιν, ὅρκος τʼ ἐμμένει πιστώμασι. ξυνώμοσαν μὲν θάνατον ἀθλίῳ πατρὶ καὶ ξυνθανεῖσθαι· καὶ τάδʼ εὐόρκως ἔχει. ἴδεσθε δʼ αὖτε, τῶνδʼ ἐπήκοοι κακῶν, τὸ μηχάνημα, δεσμὸν ἀθλίῳ πατρί, πέδας τε χειροῖν καὶ ποδοῖν ξυνωρίδα. ἐκτείνατʼ αὐτὸ καὶ κύκλῳ παρασταδὸν στέγαστρον ἀνδρὸς δείξαθʼ, ὡς ἴδῃ πατήρ, οὐχ οὑμός, ἀλλʼ ὁ πάντʼ ἐποπτεύων τάδε Ἥλιος, ἄναγνα μητρὸς ἔργα τῆς ἐμῆς, ὡς ἂν παρῇ μοι μάρτυς ἐν δίκῃ ποτέ, ὡς τόνδʼ ἐγὼ μετῆλθον ἐνδίκως μόρον τὸν μητρός· Αἰγίσθου γὰρ οὐ λέγω μόρον· ἔχει γὰρ αἰσχυντῆρος, ὡς νόμος, δίκην· ἥτις δʼ ἐπʼ ἀνδρὶ τοῦτʼ ἐμήσατο στύγος,