δυσοίμου τύχας. Χορός ἔμολε δʼ ᾧ μέλει κρυπταδίου μάχας δολιόφρων ποινά· ἔθιγε δʼ ἐν μάχᾳ χερὸς ἐτήτυμος Διὸς κόρα—Δίκαν δέ νιν προσαγορεύομεν βροτοὶ τυχόντες καλῶς— ὀλέθριον πνέουσʼ ἐν ἐχθροῖς κότον. Χορός ἐπολολύξατʼ ὦ δεσποσύνων δόμων ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς ὑπαὶ δυοῖν μιαστόροιν, δυσοίμου τύχας. Χορός τά περ ὁ Λοξίας ὁ Παρνασσίας μέγαν ἔχων μυχὸν χθονὸς ἐπωρθία- ξεν ἀδόλως δόλοις βλάβαν ἐγχρονισθεῖσαν ἐποίχεται. κρατεῖταί πως τὸ θεῖον παρὰ τὸ μὴ ὑπουργεῖν κακοῖς. ἄξια δʼ οὐρανοῦχον ἀρχὰν σέβειν. Χορός πάρα τε φῶς ἰδεῖν μέγα τʼ ἀφῃρέθην ψάλιον οἰκέων. ἄναγε μὰν δόμοι· πολὺν ἄγαν χρόνον χαμαιπετεῖς ἔκεισθʼ ἀεί. Χορός τάχα δὲ παντελὴς χρόνος ἀμείψεται πρόθυρα δωμάτων, ὅταν ἀφʼ ἑστίας πᾶν ἐλαθῇ μύσος καθαρμοῖσιν ἀτᾶν ἐλατηρίοις. τύχαι δʼ εὐπροσωποκοῖται τὸ πᾶν ἰδεῖν ἀκοῦσαι πρευμενεῖς