αἰσχύνομαί σοι τοῦτʼ ὀνειδίσαι σαφῶς. Κλυταιμνήστρα μὴ ἀλλʼ εἴφʼ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας. Ὀρέστης μὴ ʼλεγχε τὸν πονοῦντʼ ἔσω καθημένη. Κλυταιμνήστρα ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον. Ὀρέστης τρέφει δέ γʼ ἀνδρὸς μόχθος ἡμένας ἔσω. Κλυταιμνήστρα κτενεῖν ἔοικας, ὦ τέκνον, τὴν μητέρα. Ὀρέστης σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς. Κλυταιμνήστρα ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας. Ὀρέστης τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε; Κλυταιμνήστρα ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην. Ὀρέστης πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον. Κλυταιμνήστρα οἲ ʼγὼ τεκοῦσα τόνδʼ ὄφιν ἐθρεψάμην. Ὀρέστης ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος. ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε. Χορός στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν. ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε τλήμων Ὀρέστης, τοῦθʼ ὅμως αἱρούμεθα, ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν. Χορός ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ, βαρύδικος ποινά· ἔμολε δʼ ἐς δόμον τὸν Ἀγαμέμνονος διπλοῦς λέων, διπλοῦς Ἄρης. ἔλασε δʼ ἐς τὸ πᾶν ὁ πυθόχρηστος φυγὰς θεόθεν εὖ φραδαῖσιν ὡρμημένος. Χορός ἐπολολύξατʼ ὦ δεσποσύνων δόμων ἀναφυγᾶς κακῶν καὶ κτεάνων τριβᾶς ὑπαὶ δυοῖν μιαστόροιν,