δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος· εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα· ἐνταῦθα γὰρ δὴ τοῦδʼ ἀφικόμην κακοῦ. Ὀρέστης σὲ καὶ ματεύω· τῷδε δʼ ἀρκούντως ἔχει. Κλυταιμνήστρα οἲ ʼγώ. τέθνηκας, φίλτατʼ Αἰγίσθου βία. Ὀρέστης φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ κείσῃ· θανόντα δʼ οὔτι μὴ προδῷς ποτε. Κλυταιμνήστρα ἐπίσχες, ὦ παῖ, τόνδε δʼ αἴδεσαι, τέκνον, μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα. Ὀρέστης Πυλάδη τί δράσω; μητέρʼ αἰδεσθῶ κτανεῖν; Πυλάδης ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα τὰ πυθόχρηστα, πιστὰ δʼ εὐορκώματα; ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον. Ὀρέστης κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς. ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω. καὶ ζῶντα γάρ νιν κρείσσονʼ ἡγήσω πατρός· τούτῳ θανοῦσα ξυγκάθευδʼ, ἐπεὶ φιλεῖς τὸν ἄνδρα τοῦτον, ὃν δʼ ἐχρῆν φιλεῖν στυγεῖς. Κλυταιμνήστρα ἐγώ σʼ ἔθρεψα, σὺν δὲ γηράναι θέλω. Ὀρέστης πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί; Κλυταιμνήστρα ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία. Ὀρέστης καὶ τόνδε τοίνυν Μοῖρʼ ἐπόρσυνεν μόρον. Κλυταιμνήστρα οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον; Ὀρέστης τεκοῦσα γάρ μʼ ἔρριψας ἐς τὸ δυστυχές. Κλυταιμνήστρα οὔτοι σʼ ἀπέρριψʼ εἰς δόμους δορυξένους. Ὀρέστης αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός. Κλυταιμνήστρα ποῦ δῆθʼ ὁ τῖμος, ὅντινʼ ἀντεδεξάμην;