ὅπως τάχιστα, καὶ γυναικείους πύλας μοχλοῖς χαλᾶτε· καὶ μάλʼ ἡβῶντος δὲ δεῖ, οὐχ ὡς δʼ ἀρῆξαι διαπεπραγμένῳ· τί γάρ; ἰοὺ ἰού. κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην ἄκραντα βάζω; ποῖ Κλυταιμήστρα; τί δρᾷ; ἔοικε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος. Κλυταιμνήστρα τί δʼ ἐστὶ χρῆμα; τίνα βοὴν ἵστης δόμοις; Οἰκέτης τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω. Κλυταιμνήστρα οἲ ʼγώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων. δόλοις ὀλούμεθʼ, ὥσπερ οὖν ἐκτείναμεν. δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος· εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα· ἐνταῦθα γὰρ δὴ τοῦδʼ ἀφικόμην κακοῦ. Ὀρέστης σὲ καὶ ματεύω· τῷδε δʼ ἀρκούντως ἔχει. Κλυταιμνήστρα οἲ ʼγώ. τέθνηκας, φίλτατʼ Αἰγίσθου βία. Ὀρέστης φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ κείσῃ· θανόντα δʼ οὔτι μὴ προδῷς ποτε. Κλυταιμνήστρα ἐπίσχες, ὦ παῖ, τόνδε δʼ αἴδεσαι, τέκνον, μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα. Ὀρέστης Πυλάδη τί δράσω; μητέρʼ αἰδεσθῶ κτανεῖν; Πυλάδης ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα τὰ πυθόχρηστα, πιστὰ δʼ εὐορκώματα; ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον. Ὀρέστης κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς. ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω. καὶ ζῶντα γάρ νιν κρείσσονʼ ἡγήσω πατρός· τούτῳ θανοῦσα ξυγκάθευδʼ, ἐπεὶ φιλεῖς