ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι· τί φῶ χέουσα τάσδε κηδείους χοάς; πῶς εὔφρονʼ εἴπω, πῶς κατεύξομαι πατρί; πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα; τῶνδʼ οὐ πάρεστι θάρσος, οὐδʼ ἔχω τί φῶ, χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός. ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς, ἔσθλʼ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν; ἢ σῖγʼ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο πατήρ, τάδʼ ἐκχέασα, γάποτον χύσιν, στείχω καθάρμαθʼ ὥς τις ἐκπέμψας πάλιν