ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα. Αἴγισθος ἰδεῖν ἐλέγξαι τʼ αὖ θέλω τὸν ἄγγελον, εἴτʼ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών, εἴτʼ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών. οὔτοι φρένʼ ἂν κλέψειεν ὠμματωμένην. Χορός Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι τάδʼ ἐπευχομένη κἀπιθεάζουσʼ, ὑπὸ δʼ εὐνοίας πῶς ἴσον εἰποῦσʼ ἀνύσωμαι; νῦν γὰρ μέλλουσι μιανθεῖσαι πειραὶ κοπάνων ἀνδροδαΐκτων ἢ πάνυ θήσειν Ἀγαμεμνονίων οἴκων ὄλεθρον διὰ παντός, ἢ πῦρ καὶ φῶς ἐπʼ ἐλευθερίᾳ δαίων ἀρχάς τε πολισσονόμους πατέρων θʼ ἕξει μέγαν ὄλβον. τοιάνδε πάλην μόνος ὢν ἔφεδρος δισσοῖς μέλλει θεῖος Ὀρέστης ἅψειν. εἴη δʼ ἐπὶ νίκῃ. Αἴγισθος ἒ ἔ, ὀτοτοτοῖ. Χορός ἔα ἔα μάλα· πῶς ἔχει; πῶς κέκρανται δόμοις; ἀποσταθῶμεν πράγματος τελουμένου, ὅπως δοκῶμεν τῶνδʼ ἀναίτιαι κακῶν εἶναι· μάχης γὰρ δὴ κεκύρωται τέλος. Οἰκέτης οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου· οἴμοι μάλʼ αὖθις ἐν τρίτοις προσφθέγμασιν. Αἴγισθος οὐκέτʼ ἔστιν. ἀλλʼ ἀνοίξατε