τοῖς τʼ ἄνωθεν πρόπρασ- σε χάριν ὀργᾶς λυγρᾶς, ἔνδοθεν φόνιον ἄταν τιθείς, τὸν αἴτιον δʼ ἐξαπολλύων μόρου. Αἴγισθος ἥκω μὲν οὐκ ἄκλητος, ἀλλʼ ὑπάγγελος· νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς ξένους μολόντας οὐδαμῶς ἐφίμερον, μόρον δʼ Ὀρέστου. καὶ τόδʼ ἀμφέρειν δόμοις γένοιτʼ ἂν ἄχθος δειματοσταγὲς φόνῳ τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις. πῶς ταῦτʼ ἀληθῆ καὶ βλέποντα δοξάσω; ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην; τί τῶνδʼ ἂν εἴποις ὥστε δηλῶσαι φρενί; Χορός ἠκούσαμεν μέν, πυνθάνου δὲ τῶν ξένων ἔσω παρελθών. οὐδὲν ἀγγέλων σθένος ὡς αὐτὸν αὐτῶν ἄνδρα πεύθεσθαι πάρα. Αἴγισθος ἰδεῖν ἐλέγξαι τʼ αὖ θέλω τὸν ἄγγελον, εἴτʼ αὐτὸς ἦν θνῄσκοντος ἐγγύθεν παρών, εἴτʼ ἐξ ἀμαυρᾶς κληδόνος λέγει μαθών. οὔτοι φρένʼ ἂν κλέψειεν ὠμματωμένην. Χορός Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι τάδʼ ἐπευχομένη κἀπιθεάζουσʼ, ὑπὸ δʼ εὐνοίας πῶς ἴσον εἰποῦσʼ ἀνύσωμαι; νῦν γὰρ μέλλουσι μιανθεῖσαι πειραὶ κοπάνων ἀνδροδαΐκτων ἢ πάνυ θήσειν Ἀγαμεμνονίων