νύκτα πρό τʼ ὀμμάτων σκότον φέρει, καθʼ ἡμέραν δʼ οὐδὲν ἐμφανέστερος. Χορός καὶ τότʼ ἤδη κλυτὸν δωμάτων λυτήριον, θῆλυν οὐριοστάταν οὐδʼ ὀξύκρεκτον γοα- τᾶν νόμον θήσομεν· πλεῖ τάδʼ εὖ· ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδʼ· ἄ- τα δʼ ἀποστατεῖ φίλων. Χορός σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων, ἐπαΰσας πατρὸς αὐδὰν θροούσᾳ πρὸς σὲ τέκνον πατρὸς αὐδὰν καὶ πέραινʼ ἀνεπίμομφον ἄταν. Χορός Περσέως τʼ ἐν φρεσὶν καρδίαν ἀνασχεθών, τοῖς θʼ ὑπὸ χθονὸς φίλοισιν, τοῖς τʼ ἄνωθεν πρόπρασ- σε χάριν ὀργᾶς λυγρᾶς, ἔνδοθεν φόνιον ἄταν τιθείς, τὸν αἴτιον δʼ ἐξαπολλύων μόρου. Αἴγισθος ἥκω μὲν οὐκ ἄκλητος, ἀλλʼ ὑπάγγελος· νέαν φάτιν δὲ πεύθομαι λέγειν τινὰς ξένους μολόντας οὐδαμῶς ἐφίμερον, μόρον δʼ Ὀρέστου. καὶ τόδʼ ἀμφέρειν δόμοις γένοιτʼ ἂν ἄχθος δειματοσταγὲς φόνῳ τῷ πρόσθεν ἑλκαίνουσι καὶ δεδηγμένοις. πῶς ταῦτʼ ἀληθῆ καὶ βλέποντα δοξάσω; ἢ πρὸς γυναικῶν δειματούμενοι λόγοι πεδάρσιοι θρῴσκουσι, θνῄσκοντες μάτην; τί τῶνδʼ ἂν εἴποις ὥστε δηλῶσαι φρενί;