λύσασθʼ αἷμα προσφάτοις δίκαις. γέρων φόνος μηκέτʼ ἐν δόμοις τέκοι. Χορός τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός, καί νιν ἐλευθερίας φῶς λαμπρὸν ἰδεῖν φιλίοις ὄμμασιν ἐκ δνοφερᾶς καλύπτρας. Χορός ξυλλάβοι δʼ ἐνδίκως παῖς ὁ Μαίας, ἐπεὶ φορώτατος πρᾶξιν οὐρίαν θέλων· πολλὰ δʼ ἄλλα φανεῖ χρηίζων κρυπτά . ἄσκοπον δʼ ἔπος λέγων νύκτα πρό τʼ ὀμμάτων σκότον φέρει, καθʼ ἡμέραν δʼ οὐδὲν ἐμφανέστερος. Χορός καὶ τότʼ ἤδη κλυτὸν δωμάτων λυτήριον, θῆλυν οὐριοστάταν οὐδʼ ὀξύκρεκτον γοα- τᾶν νόμον θήσομεν· πλεῖ τάδʼ εὖ· ἐμὸν ἐμὸν κέρδος αὔξεται τόδʼ· ἄ- τα δʼ ἀποστατεῖ φίλων. Χορός σὺ δὲ θαρσῶν, ὅταν ἥκῃ μέρος ἔργων, ἐπαΰσας πατρὸς αὐδὰν θροούσᾳ πρὸς σὲ τέκνον πατρὸς αὐδὰν καὶ πέραινʼ ἀνεπίμομφον ἄταν. Χορός Περσέως τʼ ἐν φρεσὶν καρδίαν ἀνασχεθών, τοῖς θʼ ὑπὸ χθονὸς φίλοισιν,