τὰ σώφρονʼ εὖ μαιομένοις ἰδεῖν. διὰ δίκας πᾶν ἔπος ἔλακον· ὦ Ζεῦ, σύ νιν φυλάσσοις. Χορός ἓ ἕ, πρὸ δὲ δὴ ʼχθρῶν τὸν ἔσωθεν μελάθρων, Ζεῦ, θές, ἐπεί νιν μέγαν ἄρας, δίδυμα καὶ τριπλᾶ παλίμποινα θέλων ἀμείψει. Χορός ἴσθι δʼ ἀνδρὸς φίλου πῶλον εὖ- νιν ζυγέντʼ ἐν ἅρμασιν πημάτων. σὺ δʼ ἐν δρόμῳ προστιθεὶς μέτρον κτίσον σῳζόμενον ῥυθμὸν τοῦτʼ ἰδεῖν διὰ πέδον ἀνομένων βημάτων ὄρεγμα; Χορός οἵ τʼ ἔσω δωμάτων πλουτογαθῆ μυχὸν νομίζετε, κλῦτε, σύμφρονες θεοί· ἄγετε τῶν πάλαι πεπραγμένων λύσασθʼ αἷμα προσφάτοις δίκαις. γέρων φόνος μηκέτʼ ἐν δόμοις τέκοι. Χορός τὸ δὲ καλῶς κτίμενον ὦ μέγα ναίων στόμιον, εὖ δὸς ἀνιδεῖν δόμον ἀνδρός, καί νιν ἐλευθερίας φῶς λαμπρὸν ἰδεῖν φιλίοις ὄμμασιν ἐκ δνοφερᾶς καλύπτρας. Χορός ξυλλάβοι δʼ ἐνδίκως παῖς ὁ Μαίας, ἐπεὶ φορώτατος πρᾶξιν οὐρίαν θέλων· πολλὰ δʼ ἄλλα φανεῖ χρηίζων κρυπτά . ἄσκοπον δʼ ἔπος λέγων