καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων. Χορός οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε. Τροφός τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα; Χορός ἄγγελλʼ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα. μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι. Τροφός ἀλλʼ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις. γένοιτο δʼ ὡς ἄριστα σὺν θεῶν δόσει. Χορός νῦν παραιτουμένᾳ μοι, πάτερ Ζεῦ θεῶν Ὀλυμπίων, δὸς τύχας τυχεῖν δόμου κυρίως τὰ σώφρονʼ εὖ μαιομένοις ἰδεῖν. διὰ δίκας πᾶν ἔπος ἔλακον· ὦ Ζεῦ, σύ νιν φυλάσσοις. Χορός ἓ ἕ, πρὸ δὲ δὴ ʼχθρῶν τὸν ἔσωθεν μελάθρων, Ζεῦ, θές, ἐπεί νιν μέγαν ἄρας, δίδυμα καὶ τριπλᾶ παλίμποινα θέλων ἀμείψει. Χορός ἴσθι δʼ ἀνδρὸς φίλου πῶλον εὖ- νιν ζυγέντʼ ἐν ἅρμασιν πημάτων. σὺ δʼ ἐν δρόμῳ προστιθεὶς μέτρον κτίσον σῳζόμενον ῥυθμὸν τοῦτʼ ἰδεῖν διὰ πέδον ἀνομένων βημάτων ὄρεγμα; Χορός οἵ τʼ ἔσω δωμάτων πλουτογαθῆ μυχὸν νομίζετε, κλῦτε, σύμφρονες θεοί· ἄγετε τῶν πάλαι πεπραγμένων