<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="anapests"><sp><l n="748">τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·</l><l n="749">φίλον δʼ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,</l><l n="750">ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—</l><l n="751">κἀκʼ  νυκτιπλάγκτων ὀρθίων κελευμάτων</l><l n="752">καὶ πολλὰ καὶ μοχθήρʼ ἀνωφέλητʼ ἐμοὶ</l><l n="753">τλάσῃ·—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν</l><l n="754">τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·</l><l n="755">οὐ γάρ τι φωνεῖ παῖς ἔτʼ ὢν ἐν σπαργάνοις,</l><l n="756">εἰ  λιμός, ἢ δίψη τις, ἢ λιψουρία</l><l n="757">ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.</l><l n="758">τούτων πρόμαντις οὖσα, πολλὰ δʼ, οἴομαι,</l><l n="759">ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,</l><l n="760">γναφεὺς τροφεύς  τε ταὐτὸν εἰχέτην τέλος.</l><l n="761">ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας</l><l n="762">ἔχουσʼ Ὀρέστην ἐξεδεξάμην πατρί·</l><l n="763">τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.</l><l n="764">στείχω  δʼ ἐπʼ ἄνδρα τῶνδε  λυμαντήριον</l><l n="765">οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.</l></sp><milestone n="766" unit="card"/><sp><speaker>Χορός</speaker><l n="766">πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;</l></sp><sp><speaker>Τροφός</speaker><l n="767">ἦ  πῶς; λέγʼ αὖθις, ὡς μάθω σαφέστερον.</l></sp><sp><speaker>Χορός</speaker><l n="768">εἰ  ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.</l></sp><sp><speaker>Τροφός</speaker><l n="769">ἄγειν κελεύει δορυφόρους ὀπάονας.</l></sp><sp><speaker>Χορός</speaker><l n="770">μή νυν σὺ ταῦτʼ ἄγγελλε  δεσπότου στύγει·</l><l n="771">ἀλλʼ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,</l><l n="772">ἄνωχθʼ ὅσον τάχιστα γηθούσῃ  φρενί.</l><l n="773">ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.</l></sp><sp><speaker>Τροφός</speaker><l n="774">ἀλλʼ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;</l></sp><sp><speaker>Χορός</speaker><l n="775">ἀλλʼ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.</l></sp></div></div></div></body></text></TEI>