νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν ξυγκαταβῆναι, χθόνιον δʼ Ἑρμῆν καὶ τὸν νύχιον τοῖσδʼ ἐφοδεῦσαι ξιφοδηλήτοισιν ἀγῶσιν. Χορός ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν· τροφὸν δʼ Ὀρέστου τήνδʼ ὁρῶ κεκλαυμένην. ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας; λύπη δʼ ἄμισθός ἐστί σοι ξυνέμπορος; Τροφός Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν ὅπως τάχιστʼ ἄνωγεν, ὡς σαφέστερον ἀνὴρ ἀπʼ ἀνδρὸς τὴν νεάγγελτον φάτιν ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων κεύθουσʼ ἐπʼ ἔργοις διαπεπραγμένοις καλῶς κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν, φήμης ὕφʼ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς. ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον, εὖτʼ ἂν πύθηται μῦθον. ὦ τάλαινʼ ἐγώ· ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα ἄλγη δύσοιστα τοῖσδʼ ἐν Ἀτρέως δόμοις τυχόντʼ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα. ἀλλʼ οὔτι πω τοιόνδε πῆμʼ ἀνεσχόμην· τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά· φίλον δʼ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν, ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,— κἀκʼ νυκτιπλάγκτων ὀρθίων κελευμάτων καὶ πολλὰ καὶ μοχθήρʼ ἀνωφέλητʼ ἐμοὶ τλάσῃ·—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός· οὐ γάρ τι φωνεῖ παῖς ἔτʼ ὢν ἐν σπαργάνοις,