<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><div type="textpart" subtype="anapests"><sp><l n="720">πότε δὴ στομάτων</l><l n="721">δείξομεν ἰσχὺν ἐπʼ Ὀρέστῃ;</l><l n="722">ὦ πότνια χθὼν καὶ πότνιʼ ἀκτὴ</l><l n="723">χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ</l><l n="724">σώματι κεῖσαι τῷ βασιλείῳ,</l><l n="725">νῦν ἐπάκουσον, νῦν ἐπάρηξον·</l><l n="726">νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν</l><l n="727">ξυγκαταβῆναι, χθόνιον δʼ Ἑρμῆν</l><l n="728">καὶ τὸν νύχιον τοῖσδʼ ἐφοδεῦσαι</l><l n="729">ξιφοδηλήτοισιν ἀγῶσιν.</l></sp><milestone n="730" unit="card"/><sp><speaker>Χορός</speaker><l n="730">ἔοικεν ἁνὴρ  ὁ ξένος τεύχειν κακόν·</l><l n="731">τροφὸν δʼ Ὀρέστου τήνδʼ ὁρῶ κεκλαυμένην.</l><l n="732">ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;</l><l n="733">λύπη δʼ ἄμισθός ἐστί σοι ξυνέμπορος;</l></sp><sp><speaker>Τροφός</speaker><l n="734">Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις  καλεῖν</l><l n="735">ὅπως τάχιστʼ ἄνωγεν, ὡς σαφέστερον</l><l n="736">ἀνὴρ ἀπʼ ἀνδρὸς τὴν νεάγγελτον φάτιν</l><l n="737">ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας</l><l n="738">θετοσκυθρωπῶν  ἐντὸς ὀμμάτων γέλων</l><l n="739">κεύθουσʼ ἐπʼ ἔργοις διαπεπραγμένοις καλῶς</l><l n="740">κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,</l><l n="741">φήμης ὕφʼ  ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.</l><l n="742">ἦ δὴ κλύων ἐκεῖνος  εὐφρανεῖ νόον,</l><l n="743">εὖτʼ ἂν πύθηται μῦθον.  ὦ τάλαινʼ ἐγώ·</l><l n="744">ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα</l><l n="745">ἄλγη δύσοιστα τοῖσδʼ ἐν Ἀτρέως δόμοις</l><l n="746">τυχόντʼ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.</l><l n="747">ἀλλʼ οὔτι πω τοιόνδε πῆμʼ ἀνεσχόμην·</l></sp></div></div></div></body></text></TEI>