θιγόντι δʼ οὔτι νυμφικῶν ἑδωλίων ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ προ βαίνοντες τὸν χερομυσῆ φόνον καθαίροντες ἴθυσαν μάταν. Χορός ἐμοὶ δʼ —ἀνάγκαν γὰρ ἀμφίπτολιν θεοὶ προσήνεγκαν· ʽἐκ γὰρ οἴκων πατρῴων δούλιόν μʼ ἐσᾶγον αἶσαν̓— δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον βίᾳ φρενῶν αἰνέσαι πικρὸν στύγος κρατούσῃ. δακρύω δʼ ὑφʼ εἱμάτων ματαίοισι δεσποτᾶν τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη. Ἠλέκτρα δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες, ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι· τί φῶ χέουσα τάσδε κηδείους χοάς; πῶς εὔφρονʼ εἴπω, πῶς κατεύξομαι πατρί; πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα; τῶνδʼ οὐ πάρεστι θάρσος, οὐδʼ ἔχω τί φῶ, χέουσα τόνδε πέλανον ἐν τύμβῳ πατρός. ἢ τοῦτο φάσκω τοὔπος, ὡς νόμος βροτοῖς, ἔσθλʼ ἀντιδοῦναι τοῖσι πέμπουσιν τάδε στέφη, δόσιν γε τῶν κακῶν ἐπαξίαν; ἢ σῖγʼ ἀτίμως, ὥσπερ οὖν ἀπώλετο πατήρ, τάδʼ ἐκχέασα, γάποτον χύσιν, στείχω καθάρμαθʼ ὥς τις ἐκπέμψας πάλιν