θιγόντι δʼ οὔτι νυμφικῶν ἑδωλίων ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ προ βαίνοντες τὸν χερομυσῆ φόνον καθαίροντες ἴθυσαν μάταν. Χορός ἐμοὶ δʼ —ἀνάγκαν γὰρ ἀμφίπτολιν θεοὶ προσήνεγκαν· ʽἐκ γὰρ οἴκων πατρῴων δούλιόν μʼ ἐσᾶγον αἶσαν̓— δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον βίᾳ φρενῶν αἰνέσαι πικρὸν στύγος κρατούσῃ. δακρύω δʼ ὑφʼ εἱμάτων ματαίοισι δεσποτᾶν τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη. Ἠλέκτρα δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες,