<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="696">καὶ νῦν Ὀρέστης—ἦν γὰρ εὐβούλως ἔχων,</l><l n="697">ἔξω κομίζων  ὀλεθρίου πηλοῦ πόδα,—</l><l n="698">νῦν δʼ ἥπερ  ἐν δόμοισι βακχείας  καλῆς</l><l n="699">ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="700">ἐγὼ μὲν οὖν  ξένοισιν ὧδʼ εὐδαίμοσιν</l><l n="701">κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον</l><l n="702">γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ</l><l n="703">ξένου ξένοισίν ἐστιν εὐμενέστερον;</l><l n="704">πρὸς δυσσεβείας <add>δʼ</add>  ἦν ἐμοὶ τόδʼ ἐν φρεσίν,</l><l n="705">τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,</l><l n="706">καταινέσαντα καὶ κατεξενωμένον.</l></sp><sp><speaker>Κλυταιμνήστρα</speaker><l n="707">οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,</l><l n="708">οὐδʼ ἧσσον ἂν γένοιο δώμασιν φίλος.</l><l n="709">ἄλλος δʼ ὁμοίως ἦλθεν ἂν τάδʼ ἀγγελῶν.</l><l n="710">ἀλλʼ ἔσθʼ ὁ καιρὸς ἡμερεύοντας ξένους</l><l n="711">μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα.</l><l n="712">ἄγʼ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων,</l><l n="713">ὀπισθόπους τε  τούσδε καὶ ξυνέμπορον·</l><l n="714">κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα.</l><l n="715">αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ  τάδε.</l><l n="716">ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων</l><l n="717">κοινώσομέν  τε κοὐ σπανίζοντες φίλων</l><l n="718">βουλευσόμεσθα  τῆσδε συμφορᾶς πέρι.</l></sp><milestone n="719" unit="card"/><div type="textpart" subtype="anapests"><sp><speaker>Χορός</speaker><l n="719">εἶεν, φίλιαι δμωίδες  οἴκων,</l><l n="720">πότε δὴ στομάτων</l><l n="721">δείξομεν ἰσχὺν ἐπʼ Ὀρέστῃ;</l><l n="722">ὦ πότνια χθὼν καὶ πότνιʼ ἀκτὴ</l><l n="723">χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ</l><l n="724">σώματι κεῖσαι τῷ βασιλείῳ,</l><l n="725">νῦν ἐπάκουσον, νῦν ἐπάρηξον·</l></sp></div></div></div></body></text></TEI>