καὶ νῦν Ὀρέστης—ἦν γὰρ εὐβούλως ἔχων, ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,— νῦν δʼ ἥπερ ἐν δόμοισι βακχείας καλῆς ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε. Ὀρέστης ἐγὼ μὲν οὖν ξένοισιν ὧδʼ εὐδαίμοσιν κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ ξένου ξένοισίν ἐστιν εὐμενέστερον; πρὸς δυσσεβείας δʼ ἦν ἐμοὶ τόδʼ ἐν φρεσίν, τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις, καταινέσαντα καὶ κατεξενωμένον. Κλυταιμνήστρα οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν, οὐδʼ ἧσσον ἂν γένοιο δώμασιν φίλος. ἄλλος δʼ ὁμοίως ἦλθεν ἂν τάδʼ ἀγγελῶν. ἀλλʼ ἔσθʼ ὁ καιρὸς ἡμερεύοντας ξένους μακρᾶς κελεύθου τυγχάνειν τὰ πρόσφορα. ἄγʼ αὐτὸν εἰς ἀνδρῶνας εὐξένους δόμων, ὀπισθόπους τε τούσδε καὶ ξυνέμπορον· κἀκεῖ κυρούντων δώμασιν τὰ πρόσφορα. αἰνῶ δὲ πράσσειν ὡς ὑπευθύνῳ τάδε. ἡμεῖς δὲ ταῦτα τοῖς κρατοῦσι δωμάτων κοινώσομέν τε κοὐ σπανίζοντες φίλων βουλευσόμεσθα τῆσδε συμφορᾶς πέρι. Χορός εἶεν, φίλιαι δμωίδες οἴκων, πότε δὴ στομάτων δείξομεν ἰσχὺν ἐπʼ Ὀρέστῃ; ὦ πότνια χθὼν καὶ πότνιʼ ἀκτὴ χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ σώματι κεῖσαι τῷ βασιλείῳ, νῦν ἐπάκουσον, νῦν ἐπάρηξον·