κνωδάλων τε καὶ βροτῶν. Χορός ἴστω δʼ, ὅστις οὐχ ὑπόπτερος φροντίσιν, δαεὶς τὰν ἁ παιδολυ- μὰς τάλαινα Θεστιὰς μήσατο πυρδαῆτιν πρόνοιαν, καταίθουσα παιδὸς δαφοινὸν δαλὸν ἥλικʼ, ἐπεὶ μολὼν ματρόθεν κελάδησε, ξύμμετρόν τε διαὶ βίου μοιρόκραντον ἐς ἆμαρ. Χορός ἄλλαν δεῖ τινʼ ἐν λόγοις στυγεῖν φοινίαν κόραν, ἅτʼ ἐχθρῶν ὑπαὶ φῶτʼ ἀπώλεσεν φίλον Κρητικοῖς χρυσοκμήτοισιν ὅρμοις πιθήσασα δώροισι Μίνω, Νῖσον ἀθανάτας τριχὸς νοσφίσασʼ ἀπροβούλως πνέονθʼ ἁ κυνόφρων ὕπνῳ. κιγχάνει δέ μιν Ἑρμῆς. Χορός ἐπεὶ δʼ ἐπεμνασάμαν ἀμειλίχων πόνων, ὁ καιρὸς δὲ δυσφιλὲς γαμή- λευμʼ ἀπεύχετον δόμοις γυναικοβούλους τε μήτιδας φρενῶν ἐπʼ ἀνδρὶ τευχεσφόρῳ, ἐπʼ ἀνδρὶ δᾴοις ἐπεικότως σέβαι. τίω δʼ ἀθέρμαντον ἑστίαν δόμων γυναικείαν τʼ ἄτολμον αἰχμάν. Χορός κακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον