τόδʼ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον. ῥοπὴ δʼ ἐπισκοπεῖ δίκας ταχεῖα τοὺς μὲν ἐν φάει, τὰ δʼ ἐν μεταιχμίῳ σκότου μένει χρονίζοντας ἄχη βρύει , τοὺς δʼ ἄκραντος ἔχει νύξ. Χορός διʼ αἵματʼ ἐκποθένθʼ ὑπὸ χθονὸς τροφοῦ τίτας φόνος πέπηγεν οὐ διαρρύδαν. διαλγὴς δʼ ἄτα διαφέρει τὸν αἴτιον παναρκέτας νόσου βρύειν. Χορός θιγόντι δʼ οὔτι νυμφικῶν ἑδωλίων ἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ προ βαίνοντες τὸν χερομυσῆ φόνον καθαίροντες ἴθυσαν μάταν. Χορός ἐμοὶ δʼ —ἀνάγκαν γὰρ ἀμφίπτολιν θεοὶ προσήνεγκαν· ʽἐκ γὰρ οἴκων πατρῴων δούλιόν μʼ ἐσᾶγον αἶσαν̓— δίκαια καὶ μὴ δίκαια ἀρχὰς πρέπον βίᾳ φρενῶν αἰνέσαι πικρὸν στύγος κρατούσῃ. δακρύω δʼ ὑφʼ εἱμάτων ματαίοισι δεσποτᾶν τύχαις, κρυφαίοις πένθεσιν παχνουμένη. Ἠλέκτρα δμωαὶ γυναῖκες, δωμάτων εὐθήμονες, ἐπεὶ πάρεστε τῆσδε προστροπῆς ἐμοὶ πομποί, γένεσθε τῶνδε σύμβουλοι πέρι· τί φῶ χέουσα τάσδε κηδείους χοάς; πῶς εὔφρονʼ εἴπω, πῶς κατεύξομαι πατρί; πότερα λέγουσα παρὰ φίλης φίλῳ φέρειν γυναικὸς ἀνδρί, τῆς ἐμῆς μητρὸς πάρα;