κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός, ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα ἀρεῖ, σάφʼ ἴσθι, καὶ κατʼ ὀφθαλμοὺς βαλεῖ, πρὶν αὐτὸν εἰπεῖν ποδαπὸς ὁ ξένος; νεκρὸν θήσω, ποδώκει περιβαλὼν χαλκεύματι. φόνου δʼ Ἐρινὺς οὐχ ὑπεσπανισμένη ἄκρατον αἷμα πίεται τρίτην πόσιν. νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς, ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε· ὑμῖν δʼ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν, σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια. τὰ δʼ ἄλλα τούτῳ δεῦρʼ ἐποπτεῦσαι λέγω, ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι. Χορός πολλὰ μὲν γᾶ τρέφει δεινὰ καὶ δειμάτων ἄχη, πόντιαί τʼ ἀγκάλαι κνωδάλων ἀνταίων βρύουσι· πλάθουσι βλαστοῦσι καὶ πεδαίχμιοι λαμπάδες πεδάοροι, πτανά τε καὶ πεδοβά- μονα κἀνεμοέντʼ ἂν αἰγίδων φράσαι κότον. Χορός ἀλλʼ ὑπέρτολμον ἀν- δρὸς φρόνημα τίς λέγοι καὶ γυναικῶν φρεσὶν τλαμόνων καὶ παντόλμους ἔρωτας ἄταισι συννόμους βροτῶν; ξυζύγους δʼ ὁμαυλίας θηλυκρατὴς ἀπέρω- τος ἔρως παρανικᾷ