διʼ ὤτων φρενός τε δαμίας περαῖνον νῦν ἀφίσταται. φοβεῖ- ται δέ τις. τὸ δʼ εὐτυχεῖν, τόδʼ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον. ῥοπὴ δʼ ἐπισκοπεῖ δίκας ταχεῖα τοὺς μὲν ἐν φάει, τὰ δʼ ἐν μεταιχμίῳ σκότου μένει χρονίζοντας ἄχη βρύει , τοὺς δʼ ἄκραντος ἔχει νύξ. Χορός διʼ αἵματʼ ἐκποθένθʼ ὑπὸ χθονὸς τροφοῦ τίτας φόνος πέπηγεν οὐ διαρρύδαν. διαλγὴς δʼ ἄτα διαφέρει τὸν αἴτιον παναρκέτας νόσου βρύειν.