<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="542">κρίνω δέ τοί νιν ὥστε συγκόλλως  ἔχειν.</l><l n="543">εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν  ἐμοὶ</l><l n="544">οὕφις ἐμοῖσι  σπαργάνοις ὡπλίζετο,</l><l n="545">καὶ μαστὸν  ἀμφέχασκʼ ἐμὸν θρεπτήριον,</l><l n="546">θρόμβῳ δʼ ἔμειξεν  αἵματος φίλον γάλα,</l><l n="547">ἡ δʼ ἀμφὶ τάρβει τῷδʼ  ἐπῴμωξεν πάθει,</l><l n="548">δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας,</l><l n="549">θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δʼ ἐγὼ</l><l n="550">κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε.</l></sp><sp><speaker>Χορός</speaker><l n="551">τερασκόπον δὴ  τῶνδέ σʼ αἱροῦμαι πέρι.</l><l n="552">γένοιτο δʼ οὕτως.  τἄλλα δʼ ἐξηγοῦ φίλοις,</l><l n="553">τοὺς μέν  τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="554">ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν  ἔσω,</l><l n="555">αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς,</l><l n="556">ὡς ἂν δόλῳ κτείναντες  ἄνδρα τίμιον</l><l n="557">δόλοισι  καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ</l><l n="558">θανόντες,  καὶ Λοξίας ἐφήμισεν,</l><l n="559">ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν.</l><l n="560"><milestone ed="P" unit="para"/>ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων,</l><l n="561">ἥξω σὺν ἀνδρὶ τῷδʼ ἐφʼ ἑρκείους  πύλας</l><l n="562">Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.</l><l n="563">ἄμφω δὲ φωνὴν ἥσομεν  Παρνησσίδα,</l><l n="564">γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω.</l><l n="565">καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ</l><l n="566">δέξαιτʼ, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς·</l><l n="567">μενοῦμεν οὕτως ὥστʼ ἐπεικάζειν τινὰ</l><l n="568">δόμους  παραστείχοντα  καὶ τάδʼ ἐννέπειν·</l><l n="569"><q>τί δὴ πύλαισι  τὸν ἱκέτην ἀπείργεται</q></l><l n="570"><q rend="merge">Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών;</q></l><l n="571"><milestone ed="P" unit="para"/>εἰ δʼ οὖν ἀμείψω βαλὸν ἑρκείων  πυλῶν</l></sp></div></div></body></text></TEI>