κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν. εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο, καὶ μαστὸν ἀμφέχασκʼ ἐμὸν θρεπτήριον, θρόμβῳ δʼ ἔμειξεν αἵματος φίλον γάλα, ἡ δʼ ἀμφὶ τάρβει τῷδʼ ἐπῴμωξεν πάθει, δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας, θανεῖν βιαίως· ἐκδρακοντωθεὶς δʼ ἐγὼ κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε. Χορός τερασκόπον δὴ τῶνδέ σʼ αἱροῦμαι πέρι. γένοιτο δʼ οὕτως. τἄλλα δʼ ἐξηγοῦ φίλοις, τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων. Ὀρέστης ἁπλοῦς ὁ μῦθος· τήνδε μὲν στείχειν ἔσω, αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς, ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ θανόντες, καὶ Λοξίας ἐφήμισεν, ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν. ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων, ἥξω σὺν ἀνδρὶ τῷδʼ ἐφʼ ἑρκείους πύλας Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων. ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα, γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω. καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ δέξαιτʼ, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς· μενοῦμεν οὕτως ὥστʼ ἐπεικάζειν τινὰ δόμους παραστείχοντα καὶ τάδʼ ἐννέπειν· τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών; εἰ δʼ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν