τὰ πάντα γάρ τις ἐκχέας ἀνθʼ αἵματος ἑνός, μάτην ὁ μόχθος· ὧδʼ ἔχει λόγος. θέλοντι δʼ, εἴπερ οἶσθʼ, ἐμοὶ φράσον τάδε. Χορός οἶδʼ, ὦ τέκνον, παρῆ γάρ· ἔκ τʼ ὀνειράτων καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή. Ὀρέστης ἦ καὶ πέπυσθε τοὔναρ, ὥστʼ ὀρθῶς φράσαι; Χορός τεκεῖν δράκοντʼ ἔδοξεν, ὡς αὐτὴ λέγει. Ὀρέστης καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος; Χορός ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην. Ὀρέστης τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος; Χορός αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι. Ὀρέστης καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους; Χορός ὥστʼ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι. Ὀρέστης οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει. Χορός ἡ δʼ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη. πολλοὶ δʼ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ, λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν· πέμπει τʼ ἔπειτα τάσδε κηδείους χοάς, ἄκος τομαῖον ἐλπίσασα πημάτων. Ὀρέστης ἀλλʼ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ τοὔνειρον εἶναι τοῦτʼ ἐμοὶ τελεσφόρον. κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν. εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο, καὶ μαστὸν ἀμφέχασκʼ ἐμὸν θρεπτήριον, θρόμβῳ δʼ ἔμειξεν αἵματος φίλον γάλα, ἡ δʼ ἀμφὶ τάρβει τῷδʼ ἐπῴμωξεν πάθει,