<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0085.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="512">τὰ δʼ ἄλλʼ, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί,</l><l n="513">ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="514">ἔσται· πυθέσθαι δʼ οὐδέν ἐστʼ ἔξω δρόμου,</l><l n="515">πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου</l><l n="516">μεθύστερον τιμῶσʼ ἀνήκεστον πάθος;</l><l n="517">θανόντι  δʼ οὐ φρονοῦντι δειλαία χάρις</l><l n="518">ἐπέμπετʼ· οὐκ ἔχοιμʼ ἂν εἰκάσαι τόδε.</l><l n="519">τὰ δῶρα μείω  δʼ ἐστὶ τῆς ἁμαρτίας.</l><l n="520">τὰ πάντα γάρ τις ἐκχέας ἀνθʼ αἵματος</l><l n="521">ἑνός, μάτην ὁ μόχθος· ὧδʼ ἔχει λόγος.</l><l n="522">θέλοντι δʼ, εἴπερ οἶσθʼ, ἐμοὶ φράσον τάδε.</l></sp><sp><speaker>Χορός</speaker><l n="523">οἶδʼ, ὦ τέκνον, παρῆ  γάρ· ἔκ τʼ ὀνειράτων</l><l n="524">καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη</l><l n="525">χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="526">ἦ καὶ πέπυσθε τοὔναρ, ὥστʼ ὀρθῶς φράσαι;</l></sp><sp><speaker>Χορός</speaker><l n="527">τεκεῖν δράκοντʼ ἔδοξεν, ὡς αὐτὴ λέγει.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="528">καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος;</l></sp><sp><speaker>Χορός</speaker><l n="529">ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="530">τίνος  βορᾶς χρῄζοντα, νεογενὲς  δάκος;</l></sp><sp><speaker>Χορός</speaker><l n="531">αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="532">καὶ πῶς ἄτρωτον οὖθαρ ἦν  ὑπὸ στύγους;</l></sp><sp><speaker>Χορός</speaker><l n="533">ὥστʼ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι.</l></sp><sp><speaker>Ὀρέστης</speaker><l n="534">οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει.</l></sp><sp><speaker>Χορός</speaker><l n="535">ἡ δʼ ἐξ ὕπνου κέκλαγγεν  ἐπτοημένη.</l><l n="536">πολλοὶ δʼ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ,</l><l n="537">λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν·</l><l n="538">πέμπει τʼ ἔπειτα τάσδε κηδείους χοάς,</l><l n="539">ἄκος τομαῖον ἐλπίσασα πημάτων.</l></sp><milestone n="540" unit="card"/><sp><speaker>Ὀρέστης</speaker><l n="540">ἀλλʼ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ</l><l n="541">τοὔνειρον εἶναι τοῦτʼ ἐμοὶ τελεσφόρον.</l></sp></div></div></body></text></TEI>