τὰ δʼ ἄλλʼ, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί, ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος. Ὀρέστης ἔσται· πυθέσθαι δʼ οὐδέν ἐστʼ ἔξω δρόμου, πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου μεθύστερον τιμῶσʼ ἀνήκεστον πάθος; θανόντι δʼ οὐ φρονοῦντι δειλαία χάρις ἐπέμπετʼ· οὐκ ἔχοιμʼ ἂν εἰκάσαι τόδε. τὰ δῶρα μείω δʼ ἐστὶ τῆς ἁμαρτίας. τὰ πάντα γάρ τις ἐκχέας ἀνθʼ αἵματος ἑνός, μάτην ὁ μόχθος· ὧδʼ ἔχει λόγος. θέλοντι δʼ, εἴπερ οἶσθʼ, ἐμοὶ φράσον τάδε. Χορός οἶδʼ, ὦ τέκνον, παρῆ γάρ· ἔκ τʼ ὀνειράτων καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή. Ὀρέστης ἦ καὶ πέπυσθε τοὔναρ, ὥστʼ ὀρθῶς φράσαι; Χορός τεκεῖν δράκοντʼ ἔδοξεν, ὡς αὐτὴ λέγει. Ὀρέστης καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος; Χορός ἐν σπαργάνοισι παιδὸς ὁρμίσαι δίκην. Ὀρέστης τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος; Χορός αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι. Ὀρέστης καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους; Χορός ὥστʼ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι. Ὀρέστης οὔτοι μάταιον· ἀνδρὸς ὄψανον πέλει. Χορός ἡ δʼ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη. πολλοὶ δʼ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ, λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν· πέμπει τʼ ἔπειτα τάσδε κηδείους χοάς, ἄκος τομαῖον ἐλπίσασα πημάτων. Ὀρέστης ἀλλʼ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ τοὔνειρον εἶναι τοῦτʼ ἐμοὶ τελεσφόρον.